[14] “ἴσως” εἶπεν ὁ Χερσίας· “ἀλλʼ ἐπεὶ πάλιν περὶ[72] οἰκονομίας λόγος γέγονε, τίς ἂν ὑμῶν φράσειεν ἡμῖν τὸ ἀπολειπόμενον; ἀπολείπεται δʼ οἶμαι κτήσεώς τι λαβεῖν μέτρον αὐτάρκους καὶ ἱκανῆς ἐσομένης.” καὶ ὁ Κλεόβουλος “ἀλλὰ τοῖς μὲν σοφοῖς” ἔφη “μέτρον ὁ νόμος δέδωκε, πρὸς δὲ τοὺς φαύλους ἐρῶ λόγον τῆς ἐμῆς θυγατρὸς ὃν πρὸς τὸν ἀδελφὸν εἶπεν. ἔφη γὰρ τὴν Σελήνην δεῖσθαι τῆς ἑαυτῆς μητρὸς ὅπως αὐτῇ χιτώνιον ὑφήνῃ σύμμετρον· τὴν [157b] δʼ εἰπεῖν “καὶ πῶς σύμμετρον ὑφήνω; νῦν μὲν γὰρ ὁρῶ σε πανσέληνον, αὖθις δὲ μηνοειδῆ, τοτὲ δʼ ἀμφίκυρτον” οὕτω δὴ, ὦ φίλε Χερσία, καὶ πρὸς ἄνθρωπον ἀνόητον καὶ φαῦλον οὐδέν ἐστι μέτρον οὐσίας· ἄλλοτε γὰρ ἄλλος ἐστὶ ταῖς χρείαις διὰ τὰς ἐπιθυμίας καὶ τὰς τύχας, ὥσπερ ὁ Αἰσώπειος[73] κύων, ὃν οὑτοσί φησιν ἐν τῷ χειμῶνι συστρεφόμενον καὶ συσπειρώμενον διὰ τὸ ῥιγοῦν οἰκίαν ποιεῖν διανοεῖσθαι, θέρους δʼ αὖ πάλιν ἐκτεταμένον καθεύδοντα φαίνεσθαι μέγαν ἑαυτῷ καὶ μήτʼ ἀναγκαῖον ἡγεῖσθαι μήτε μικρὸν ἔργον οἰκίαν περιβαλέσθαι τοσαύτην. ἦ γὰρ οὐχ ὁρᾷς” εἶπεν “ὦ Χερσία, καὶ τοὺς μικροὺς [157c] νῦν μὲν εἰς μικρὰ κομιδῇ συστέλλοντας ἑαυτοὺς ὡς στρογγύλως καὶ Λακωνικῶς βιωσομένους, νῦν δέ, εἰ μὴ τὰ πάντων ἔχουσιν ἰδιωτῶν ἅμα καὶ βασιλέων, ὑπʼ ἐνδείας ἀπολεῖσθαι νομίζοντας;” ὡς οὖν ὁ Χερσίας ἀπεσιώπησεν, ὑπολαβὼν ὁ Κλεόδωρος “ἀλλὰ καὶ τοὺς σοφούς” εἶπεν “ὑμᾶς ὁρῶμεν ἀνίσοις μέτροις τὰς κτήσεις, νενεμημένας πρὸς ἀλλήλους ἔχοντας.” Καὶ ὁ Κλεόβουλος “ὁ γάρ τοι νόμος” εἶπεν “ὦ βέλτιστε ἀνδρῶν, ὡς ὑφάντης ἑκάστῳ τὸ πρέπον ἡμῶν καὶ τὸ μέτριον καὶ τὸ ἁρμόττον ἀποδίδωσι. [157d] καὶ σὺ καθάπερ τῳ[74] νόμῳ τῷ λόγῳ τρέφων καὶ διαιτῶν καὶ φαρμακεύων τοὺς κάμνοντας οὐκ ἴσον ἑκάστῳ, τὸ δὲ προσῆκον ἀπονέμεις ἅπασιν” ὑπολαβὼν δʼ ὁ Ἄρδαλος “ἆρʼ οὖν” ἔφη “καὶ τὸν ἑταῖρον ὑμῶν Σόλωνος δὲ ξένον Ἐπιμενίδην νόμος τις ἀπέχεσθαι τῶν ἄλλων σιτίων κελεύει, τῆς δʼ ἀλίμου δυνάμεως ἣν αὐτὸς συντίθησι μικρὸν εἰς τὸ στόμα λαμβάνοντα διημερεύειν ἀνάριστον καὶ ἄδειπνον;” ἐπιστήσαντος δὲ τοῦ λόγου τὸ συμπόσιον ὁ μὲν Θαλῆς [157e] ἐπισκώπτων εὖ φρονεῖν ἔφη τὸν Ἐπιμενίδην ὅτι μὴ βούλεται πράγματα ἔχειν ἀλῶν τὰ σιτία καὶ πέττων ἑαυτῷ, καθάπερ Πιττακός. “ἐγὼ γάρ” εἶπε τῆς ξένης ἤκουον ᾀδούσης πρὸς τὴν μύλην, ἐν Ἐρέσῳ γενόμενος,
ἄλει μύλα ἄλει·
καὶ γὰρ Πιττακὸς ἄλει
μεγάλας Μυτιλάνας[75] βασιλεύων.