Pular para o conteúdo

Τῶν ἑπτὰ σοφῶν συμπόσιον

Plutarch · Parte 158

εἰ τοσαύτης δεήσει[81] παρασκευῆς; θαυμάζω δέ σου [158a] τὸν ξένον ὦ Σόλων εἰ Δηλίοις ἔναγχος ποιησάμενος τὸν μέγαν καθαρμὸν οὐχ ἱστόρησε παρʼ αὐτοῖς εἰς τὸ ἱερὸν κομιζόμενα τῆς πρώτης ὑπομνήματα τροφῆς καὶ δείγματα μετʼ ἄλλων εὐτελῶν καὶ αὐτοφυῶν μαλάχην καὶ ἀνθέρικον, ὧν εἰκός ἐστι καὶ τὸν Ἡσίοδον προξενεῖν ἡμῖν τὴν λιτότητα καὶ τὴν ἀφέλειαν.” “οὐ ταῦτʼ” ἔφη “μόνον” ὁ Ἀνάχαρσις “ἀλλὰ καὶ πρὸς ὑγίειαν ἐν τοῖς μάλιστα τῶν λαχάνων ἑκάτερον ἐπαινεῖται” Καὶ ὁ Κλεόδωρος “ὀρθῶς” ἔφη “λέγεις. ἰατρικὸς γὰρ Ἡσίοδος ὢν[82] δῆλός ἐστιν οὐκ ἀμελῶς [158b] οὐδʼ ἀπείρως περὶ διαίτης καὶ κράσεως οἴνου καὶ ἀρετῆς ὕδατος καὶ λουτροῦ καὶ γυναικῶν διαλεγόμενος καὶ συνουσίας καιροῦ καὶ βρεφῶν καθίσεως.[83] ἀλλʼ Ἡσιόδου[84] μὲν ἐμοὶ δοκεῖ δικαιότερον Αἴσωπος αὑτὸν ἀποφαίνειν μαθητὴν ἢ Ἐπιμενίδης· τούτῳ γὰρ ἀρχὴν τῆς καλῆς ταύτης καὶ ποικίλης καὶ πολυγλώσσου σοφίας ὁ πρὸς τὴν ἀηδόνα λόγος τοῦ ἱέρακος παρέσχηκεν. ἐγὼ δʼ ἂν ἡδέως ἀκούσαιμι Σόλωνος· εἰκὸς γὰρ αὐτὸν πεπύσθαι, πολὺν χρόνον Ἀθήνησιν Ἐπιμενίδῃ συγγενόμενον, ὅ τι δὴ παθὼν ἢ σοφιζόμενος ἐπὶ τοιαύτην ἦλθε δίαιταν.”