καὶ νὴ Δίʼ Εὔδοξος καὶ Ἀρίσταρχος καὶ Ἀρχιμήδης ὅπου γὰρ οἱ φιλογραφοῦντες οὕτως ἄγονται τῇ [1093e] πιθανότητι τῶν ἔργων, ὥστε Νικίαν γράφοντα τὴν Νεκυίαν ἐρωτᾶν πολλάκις τοὺς οἰκέτας εἰ ἠρίστηκε, Πτολεμαίου δὲ τοῦ βασιλέως ἑξήκοντα τάλαντα τῆς γραφῆς συντελεσθείσης πέμψαντος αὐτῷ, μὴ λαβεῖν μηδʼ ἀποδόσθαι τοὔργον· τίνας οἰόμεθα καὶ πηλίκας ἡδονὰς ἀπὸ γεωμετρίας δρέπεσθαι καὶ ἀστρολογίας Εὐκλείδην γράφοντα τὰ διοπτρικὰ καὶ Φίλιππον ἀποδεικνύντα περὶ τοῦ σχήματος τῆς σελήνης καὶ Ἀρχιμήδην ἀνευρόντα τῇ γωνίᾳ τὴν διάμετρον τοῦ ἡλίου τηλικοῦτον τοῦ μεγίστου κύκλου μέρος οὖσαν, ἡλίκον ἡ γωνία τῶν τεσσάρων ὀρθῶν· καὶ [1093f] Ἀπολλώνιον καὶ Ἀρίσταρχον, ἑτέρων τοιούτων εὑρετὰς; γενομένους, ὧν νῦν ἡ θέα καὶ κατανόησις ἡδονάς τε μεγάλας καὶ φρόνημα θαυμάσιον ἐμποιεῖ τοῖς μανθάνουσι; καὶ οὐκ ἄξιον οὐδαμῇ τὰς ἐκ τῶν [1094a] ὀπτανείων καὶ ματρυλείων ἡδονὰς ἐκείνας; παραβάλλοντας ταύταις καταισχύνειν τὸν Ἑλικῶνα καὶ τὰς Μούσας
ἔνθʼ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
οὔτʼ ἦλθέ πω σίδηρος·