ἀλλʼ αὗται μὲν εἰσιν ὡς ἀληθῶς ἀκήρατοι νομαὶ μελισσῶν, ἐκεῖνα δὲ συῶν καὶ τράγων κνησμοῖς ἔοικε, προσαναπιμπλάντα τῆς ψυχῆς τὸ παθητικώτατον. ἔστι μὲν οὖν ποικίλον καὶ ἰταμὸν τὸ φιλήδονον· οὔπω δέ τις ἐρωμένῃ πλησιάσας ὑπὸ χαρᾶς ἐβουθύτησεν οὐδʼ εὔξατό τις ἐμπλησθεὶς ὄψων ἢ πεμμάτων βασιλικῶν εὐθὺς ἀποθανεῖν. Εὔδοξος [1094b] δʼ εὔχετο παραστὰς τῷ ἡλίῳ καὶ καταμαθὼν τὸ σχῆμα τοῦ ἄστρου καὶ τὸ μέγεθος καὶ τὸ εἶδος ὡς ὁ Φαέθων καταφλεγῆναι· καὶ Πυθαγόρας ἐπὶ τῷ διαγράμματι βοῦν ἔθυσεν, ὥς φησιν Ἀπολλόδωρος·
ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα
κεῖν’ ἐφʼ ὅτῳ λαμπρὴν ἤγετο βουθυσίην.
εἴτε περὶ τῆς ὑποτεινούσης ὡς ἴσον δύναται ταῖς περιεχούσαις τὴν ὀρθήν; εἴτε πρόβλημα περὶ τοῦ χωρίου τῆς παραβολῆς. Ἀρχιμήδην δὲ βίᾳ τῶν διαγραμμάτων ἀποσπῶντες ὑπήλειφον οἱ θεράποντες· ὁ δʼ ἐπὶ τῆς κοιλίας ἔγραφε τὰ σχήματα τῇ [1094c] στλεγγίδι, καὶ λουόμενος ὥς φασιν ἐκ τῆς ὑπερχύσεως ἐννοήσας τὴν τοῦ στεφάνου μέτρησιν οἷον ἔκ τινος κατοχῆς ἢ ἐπιπνοίας ἐξήλατο βοῶν “εὕρηκα,” καὶ τοῦτο πολλάκις φθεγγόμενος ἐβάδιζεν. οὐδενὸς δʼ ἀκηκόαμεν οὔτε γαστριμάργου περιπαθῶς οὕτω “βέβρωκα” βοῶντος οὔτʼ ἐρωτικοῦ “πεφίληκα,” μυρίων μυριάκις ἀκολάστων γεγονότων καὶ ὄντων· ἀλλὰ καὶ βδελυττόμεθα τοὺς μεμνημένους δείπνων ἐμπαθέστερον, ὡς ἐφʼ ἡδοναῖς μικραῖς καὶ μηδενὸς ἀξίαις ὑπερασμενίζοντας· Εὐδόξῳ δὲ καὶ Ἀρχιμήδει καὶ Ἱππάρχῳ συνενθουσιῶμεν καὶ Πλάτωνι πειθόμεθα περὶ τῶν μαθημάτων, ὡς ἀμελούμενα διʼ [1094d] ἄγνοιαν καὶ ἀπειρίαν ὅμως; βίᾳ ὑπὸ χάριτος αὐξάνεται.”