[11] “ἀλλὰ ταῦτα […] τῆς ψυχῆς, ἐξωθοῦσι δὲ καὶ [1093d] τὰς ἀπὸ τῶν μαθημάτων. καίτοι ταῖς μὲν ἱστορίαις ἁπλοῦν τι καὶ λεῖον ἔστιν, αἱ δʼ ἀπὸ γεωμετρίας καὶ ἀστρολογίας καὶ ἁρμονικῆς δριμὺ καὶ ποικίλον ἔχουσαι τὸ δέλεαρ οὐδενὸς τῶν ἀγωγίμων ἀποδέουσιν, ἕλκουσαι καθάπερ ἴυγξι τοῖς διαγράμμασιν ὧν ὁ γευσάμενος, ἄνπερ ἔμπειρος ᾖ, τὰ Σοφοκλέους περίεισιν ᾅδων
μουσομανεῖ δʼ ἐλᾷ φρὴν δακέτῳ ποτὶ δειράν,
εὔχομαι δʼ ἔκ τε λύρας ἔκ τε νόμων,
οὓς Θαμύρας περίαλλα μουσοποιεῖ