8. Ἀκρότατος
[8.1] Ἀκρότατος, ἐπεὶ οἱ γονεῖς αὐτὸν ἄδικόν τι συμπρᾶξαι αὐτοῖς ἠξίουν; μέχρι τινὸς ἀντέλεγεν· ὡς δὲ ἐνέκειντο, εἶπεν, “ἕως μὲν παρʼ ὑμῖν ἦν, οὐκ [216e] ἠπιστάμην δικαιοσύνης οὐδεμίαν ἔννοιαν· ἐπεὶ δὲ με τῇ πατρίδι παρέδοτε καὶ τοῖς ταύτης νόμοις, ἔτι δὲ[67] δικαιοσύνῃ καὶ καλοκαγαθίᾳ ἐπαιδεύσατε ὡς ἐδύνασθε,[68] τούτοις πειράσομαι μᾶλλον[69] ἢ ὑμῖν ἕπεσθαι· καὶ ἐπεὶ θέλετε μʼ[70] ἄριστα[71] πράττειν, ἄριστα δὲ τὰ δίκαιά ἐστι καὶ ἰδιώτῃ καὶ πολὺ μᾶλλον ἄρχοντι, πράξω ἃ θέλετε· ἃ δὲ λέγετε παραιτήσομαι.”