7. Αγιδος τοῦ Τελευταιου
[7.1] [216d] Ἆγις ὁ τελευταῖος τῶν Λακεδαιμονίων βασιλέων ἐξ ἐνέδρας συλληφθεὶς καὶ καταδικασθεὶς ὑπὸ τῶν ἐφόρων χωρὶς δίκης, ἀπαγόμενος ἐπὶ τὸν βρόχον ἰδών τινα τῶν ὑπηρετῶν κλαίοντα, “παῦσαι,” εἶπεν, “ὦ ἄνθρωπε, ἐπʼ ἐμοὶ κλαίειν[66]· καὶ γὰρ οὕτω παρανόμως καὶ ἀδίκως ἀπολλύμενος, κρείττων εἰμὶ τῶν ἀναιρούντων.” καὶ ταῦτα εἰπὼν παρέδωκε τῷ βρόχῳ τὸν τράχηλον ἑκουσίως.