Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 6. Ἀγιδος τοῦ Νεωτέρου

6. Ἀγιδος τοῦ Νεωτέρου

[6.1] Ἆγις ὁ νεώτερος, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, “καὶ μήν,” ἔφη, “οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.”

[6.2] πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιάτης, “εἶπεν,[65] ὁ σοὶ ἀνομοιότατος.”