Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 9. Ἀλκαμενους τοῦ Τηλέκλου

9. Ἀλκαμενους τοῦ Τηλέκλου

[9.1] Ἀλκαμένης ὁ Τηλέκλου,[72] πυθομένου τινὸς πῶς ἄν τις ἄριστα βασιλείαν διατηροίη, “εἰ περὶ πλείονος,” ἔφη, “τὸ κέρδος μὴ ποιοῖτο.”

[9.2] ἑτέρου δὲ ἐπιζητοῦντος διὰ τί παρὰ Μεσσηνίων [216f] δῶρα οὐκ ἐδέξατο, “ὅτι λαβόντος μου,” ἔφη, “πρὸς τοὺς νόμους εἰρήνην ἄγειν ἀδύνατον.”

[9.3] λέγοντος δέ τινος ὅτι συνεσταλμένως ζῇ ἱκανὴν οὐσίαν κεκτημένος, “καλὸν γάρ,” ἔφη, “πολλὰ κεκτημένον ζῆν κατὰ λογισμὸν καὶ μὴ κατὰ τὴν ἐπιθυμίαν.”