Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 59. Ἄγιδος

59. Ἄγιδος

[59.1] Ἆγις ὁ βασιλεὺς οὐκ ἔφη τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσίν, ἀλλὰ ποῦ εἰσὶν οἱ πολέμιοι.

[59.2] ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν, “ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.”

[59.3] ἐπαινουμένων δὲ τῶν Ἠλείων ἐπὶ τῷ τὰ Ὀλύμπια καλῶς ἄγειν, “τί δέ,” εἶπε, “ποιοῦσι θαυμαστόν, εἰ διʼ ἐτῶν τεττάρων μιᾷ ἡμέρᾳ [190d] χρῶνται τῇ δικαιοσύνῃ;” ἐπιμενόντων δὲ τοῖς ἐπαίνοις, ἔφη, “τί θαυμαστὸν εἰ πράγματι καλῷ καλῶς χρῶνται, τῇ δικαιοσύνῃ;”

[59.4] πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιατῶν, εἶπεν, “ὁ τὶν[69] ἀνομοιότατος.”

[59.5] ἑτέρου δὲ πυνθανομένου πόσοι εἰσὶν οἱ[70] Λακεδαιμόνιοι, “ὅσοι,” εἶπεν, “ἱκανοὶ τοὺς κακοὺς ἀπείργειν.”

[59.6] Καὶ τὸ αὐτὸ ἑτέρου πυνθανομένου, “πολλοί σοι,” ἔφη, “δόξουσιν εἶναι, ἐὰν αὐτοὺς ἴδῃς μαχομένους.”