Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 60. Λυσάνδρου

60. Λυσάνδρου

[190e]

[60.1] Λύσανδρος, Διονυσίου τοῦ τυράννου πέμψαντος ἱμάτια ταῖς θυγατράσιν αὐτοῦ τῶν πολυτελῶν, οὐκ ἔλαβεν, εἰπὼν δεδιέναι μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν.

[60.2] πρὸς δὲ τοὺς ψέγοντας αὐτὸν ἐπὶ τῷ διʼ ἀπάτης τὰ πολλὰ πράττειν ὡς ἀνάξιον τοῦ Ἡρακλέους, ἔλεγεν ὅπου μὴ ἐφικνεῖται ἡ λεοντῆ, προσραπτέον εἶναι τὴν ἀλωπεκῆν.

[60.3] πρὸς δὲ Ἀργείους δικαιότερα τῶν Λακεδαιμονίων λέγειν περὶ τῆς ἀμφισβητουμένης χώρας δοκοῦντας, σπασάμενος τὴν μάχαιραν, “ὁ ταύτης,[71] ” ἔφη, “κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται.”

[60.4] τοὺς δὲ Λακεδαιμονίους ὁρῶν ὀκνοῦντας προσμάχεσθαι τοῖς τείχεσι τῶν Κορινθίων, ὡς εἶδε λαγὼν ἐξαλλόμενον ἐκ τῆς τάφρου, “τοιούτους,” [190f] ἔφη, “φοβεῖσθε πολεμίους, ὧν οἱ λαγοὶ διʼ ἀργίαν ἐν τοῖς τείχεσιν ἐγκαθεύδουσιν;”

[60.5] Μεγαρέως δὲ ἀνδρὸς ἐν κοινῷ συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, “οἱ λόγοι σου,” εἶπε, “πόλεως δέονται.”