Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 58. Βρασίδου

58. Βρασίδου

[190b]

[58.1] Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν εἶτα πρὸς τοὺς παρόντας, “οὐδὲν οὕτως,” ἔφη, “μικρόν ἐστιν, ὃ μὴ σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας.”

[58.2] ἐν δὲ μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας[68] αὐτῷ τούτῳ τὸν πολέμιον ἀπέκτεινεν ἐπερωτηθεὶς δὲ πῶς ἐτρώθη, “προδούσης με τῆς ἀσπίδος,” εἶπεν.

[58.3] ἐπειδὴ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ προσῆλθον αὐτοῦ, [190c] πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἀπέθανεν ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν αὐτὸν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἔσται τοιοῦτος, “ἀγνοεῖτε,” εἶπεν, “ὦ ξένοι· Βρασίδας μὲν γὰρ ἦν ἀνὴρ ἀγαθός, ἁ δὲ Λακεδαίμων πολλὼς ἔχει τήνω κάρρονας”.