ἂν τέ τι χρηστὸν εἴπωσιν ἢ πράξωσι, μὴ τιμαῖς ἀχθόμενον αὐτῶν μηδὲ λόγων εὐφήμων ἐπὶ καλοῖς ἔργοις[98] φειδόμενον· οὕτω γὰρ 3 τε ψόγος ὅπου δεῖ πίστιν ἕξει, καὶ πρὸς τὴν κακίαν διαβαλοῦμεν αὐτοὺς αὔξοντες τὴν ἀρετὴν καὶ ταῦτα παραβάλλοντες ἐκείνοις [810a] ὡς ἄξια καὶ πρέποντα μᾶλλον. ἐγὼ δὲ καὶ μαρτυρεῖν ἀξιῶ τὰ δίκαια καὶ τοῖς διαφόροις τὸν πολιτικὸν ἄνδρα καὶ βοηθεῖν κρινομένοις πρὸς τοὺς συκοφάντας καὶ ταῖς διαβολαῖς ἀπιστεῖν, ἂν ὦσιν ἀλλότριαι τῆς προαιρέσεως αὐτῶν· ὥσπερ ὁ Νέρων ἐκεῖνος ὀλίγον ἔμπροσθεν ἢ κτεῖναι τὸν Θρασέαν μάλιστα μισῶν καὶ φοβούμενος, ὅμως ἐγκαλοῦντός τινος ὡς κακῶς κεκριμένου[99] καὶ ἀδίκως, “ἐβουλόμην ἄν” ἔφη “Θρασέαν οὕτως ἐμὲ φιλεῖν, ὡς δικαστὴς ἄριστός ἐστιν.” Οὐ χεῖρον δὲ καὶ πρὸς ἐπίπληξιν ἑτέρων φύσει πονηρῶν[100] μᾶλλον ἁμαρτανόντων ἐχθροῦ μνησθέντα κομψοτέρου τὸ ἦθος εἰπεῖν “ἀλλʼ ἐκεῖνος [810b] οὐκ ἂν τοῦτʼ εἶπεν οὐδʼ ἐποίησεν.” ὑπομνηστέον δὲ καὶ πατέρων ἀγαθῶν ἐνίους, ὅταν ἐξαμαρτάνωσιν οἷον[101] Ὅμηρος
ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς·
καὶ πρὸς Σκιπίωνα τὸν Ἀφρικανὸν Ἄππιος ἐν ἀρχαιρεσίαις διαγωνιζόμενος, “ἡλίκον ἄν” εἶπεν “ὦ Παῦλε, στενάξειας ὑπὸ γῆς, αἰσθόμενος ὅτι σου τὸν υἱὸν ἐπὶ τιμητικὴν ἀρχὴν καταβαίνοντα Φιλόνικος[102] ὁ τελώνης δορυφορεῖ” τὰ γὰρ τοιαῦτα νουθετεῖ τοὺς ἁμαρτάνοντας ἅμα καὶ κοσμεῖ τοὺς νουθετοῦντας. πολιτικῶς δὲ καὶ ὁ Νέστωρ ὁ τοῦ Σοφοκλέους ἀποκρίνεται λοιδορούμενος ὑπὸ τοῦ Αἴαντος [810c]
οὐ μέμφομαί σε· δρῶν γὰρ εὖ κακῶς λέγεις.
καὶ Κάτων διενεχθεὶς πρὸς τὸν Πομπήιον ἐν οἷς ἐβιάζετο τὴν πόλιν μετὰ Καίσαρος, ἐπεὶ κατέστησαν εἰς πόλεμον, ἐκέλευσε Πομπηίῳ παραδοῦναι τὴν ἡγεμονίαν, ἐπειπὼν ὅτι τῶν αὐτῶν ἐστι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν. ὁ γὰρ μεμιγμένος ἐπαίνῳ ψόγος οὐκ ἔχων ὕβριν ἀλλὰ παρρησίαν, οὐδὲ θυμὸν ἀλλὰ δηγμὸν ἐμποιῶν καὶ μετάνοιαν, εὐμενὴς φαίνεται καὶ θεραπευτικός· αἱ δὲ λοιδορίαι τοῖς πολιτικοῖς ἣκιστα πρέπουσιν. ὅρα δὲ τὰ πρὸς Αἰσχίνην ὑπὸ Δημοσθένους εἰρημένα καὶ τὰ πρὸς τοῦτον ὑπʼ Αἰσχίνου, καὶ πάλιν ἃ πρὸς Δημάδην γέγραφεν Ὑπερείδης, εἰ Σόλων ἂν εἶπεν ἢ Περικλῆς [810d] ἢ Λυκοῦργος ὁ Λακεδαιμόνιος ἢ Πιττακὸς ὁ Λέσβιος. καίτοι γε καὶ Δημοσθένης ἐν τῷ δικανικῷ τὸ λοίδορον ἔχει μόνον, οἱ δὲ Φιλιππικοὶ καθαρεύουσι καὶ σκώμματος καὶ βωμολοχίας ἁπάσης· τὰ γὰρ τοιαῦτα τῶν ἀκουόντων μᾶλλον αἰσχύνει τοὺς λέγοντας, ἔτι δὲ[103] καὶ σύγχυσιν ἀπεργάζεται τῶν πραγμάτων καὶ διαταράττει τὰ βουλευτήρια καὶ τὰς ἐκκλησίας. ὅθεν ἄρισθʼ ὁ Φωκίων ὑπεκστὰς τῷ λοιδοροῦντι καὶ παυσάμενος τοῦ λέγειν, ἐπεὶ μόλις ἐσιώπησεν ὁ ἄνθρωπος, αὖθις παρελθὼν “οὐκοῦν” ἔφη “περὶ μὲν τῶν ἱππέων καὶ τῶν ὁπλιτῶν ἀκηκόατε, λείπεται δέ μοι περὶ τῶν ψιλῶν καὶ πελταστῶν [810e] διελθεῖν” ἀλλʼ ἐπεὶ πολλοῖς γε δυσκάθεκτὸν ἐστι τὸ πρᾶγμα καὶ πολλάκις οὐκ ἀχρήστως οἱ λοιδοροῦντες ἐπιστομίζονται ταῖς ἀπαντήσεσιν, ἔστω βραχεῖα τῇ λέξει καὶ μὴ θυμὸν ἐμφαίνουσα μηδʼ ἀκραχολίαν, ἀλλὰ πραότητα μετὰ παιδιᾶς καὶ χάριτος ἁμωσγέπως δάκνουσαν[104]· αἱ δʼ ἀντεπιστρέφουσαι μάλιστα τοιαῦται. καθάπερ γὰρ τῶν βελῶν ὅσα πρὸς τὸν βαλόντα φέρεται πάλιν ῥώμῃ τινὶ δοκεῖ [810f] καὶ στερεότητι τοῦ πληγέντος ἀνακρουόμενα τοῦτο πάσχειν· οὕτω τὸ λεχθὲν ὑπὸ ῥώμης καὶ συνέσεως τοῦ λοιδορηθέντος ἐπὶ τοὺς λοιδορήσαντας ἀναστρέφειν ἔοικεν· ὡς τὸ Ἐπαμεινώνδου πρὸς Καλλίστρατον, ὀνειδίζοντα Θηβαίοις καὶ Ἀργείοις τὴν Οἰδίποδος πατροκτονίαν καὶ τὴν Ὀρέστου μητροκτονίαν, ὅτι “τοὺς ταῦτα ποιήσαντας ἡμῶν ἐκβαλόντων ὑμεῖς ἐδέξασθε” καὶ τὸ Ἀνταλκίδου τοῦ Σπαρτιάτου πρὸς τὸν Ἀθηναῖον τὸν φήσαντα “πολλάκις ὑμᾶς ἀπὸ τοῦ Κηφισοῦ ἐδιώξαμεν ” “ἀλλʼ ἡμεῖς γʼ ὑμᾶς ἀπὸ τοῦ [811a] Εὐρώτα οὐδέποτε.” χαριέντως δὲ καὶ ὁ Φωκίων, τοῦ Δημάδου κεκραγότος “Ἀθηναῖοί σε ἀποκτενοῦσιν·” “ἄν γε μανῶσιν” ἔφη “σὲ δέ, ἂν σωφρονῶσι” καὶ Κράσσος ὁ ῥήτωρ, Δομιτίου πρὸς αὐτὸν εἰπόντος “οὐ σὺ μυραίνης ἐν κολυμβήθρᾳ σοι τρεφομένης εἶτʼ ἀποθανούσης ἔκλαυσας;” ἀντηρώτησεν “οὐ σὺ τρεῖς γυναῖκας ἔθαψας καὶ οὐκ[105] ἐδάκρυσας;” ταῦτα μὲν οὖν ἔχει τινὰ χρείαν καὶ πρὸς τὸν ἄλλον βίον.