Pular para o conteúdo

Πολιτικὰ παραγγέλματα

Plutarch · Parte 15

[15] πολιτείας δʼ οἱ μὲν εἰς ἅπαν ἐνδύονται μέρος, ὥσπερ ὁ Κάτων, οὐδεμιᾶς ἀξιοῦντες εἰς δύναμιν [811b] ἀπολείπεσθαι φροντίδος οὐδʼ ἐπιμελείας τὸν ἀγαθὸν πολίτην· καὶ τὸν Ἐπαμεινώνδαν ἐπαινοῦσιν, ὅτι φθόνῳ καὶ πρὸς ὕβριν ἀποδειχθεὶς τελέαρχος[106] ὑπὸ τῶν Θηβαίων οὐκ ἠμέλησεν, ἀλλʼ εἰπὼν ὡς οὐ μόνον ἀρχὴ ἄνδρα δείκνυσιν ἀλλὰ καὶ ἀρχὴν ἀνήρ, εἰς μέγα καὶ σεμνὸν ἀξίωμα προήγαγε τὴν τελεαρχίαν, οὐδὲν οὖσαν πρότερον ἀλλʼ περὶ τοὺς στενωποὺς ἐκβολῆς κοπρίων καὶ ῥευμάτων ἀποτροπῆς ἐπιμέλειάν τινα. κἀγὼ δʼ ἀμέλει παρέχω γέλωτα τοῖς παρεπιδημοῦσιν, ὁρώμενος ἐν δημοσίῳ περὶ τὰ τοιαῦτα πολλάκις· ἀλλὰ βοηθεῖ μοι τὸ τοῦ Ἀντισθένους μνημονευόμενον· θαυμάσαντος γάρ τινος, [811c] εἰ διʼ ἀγορᾶς αὐτὸς φέρει τάριχος, “ἐμαυτῷ γʼ” εἶπεν ἐγὼ δʼ ἀνάπαλιν πρὸς τοὺς ἐγκαλοῦντας, εἰ κεράμῳ παρέστηκα διαμετρουμένῳ καὶ φυράμασι καὶ λίθοις παρακομιζομένοις, οὐκ ἐμαυτῷ γέ φημι ταῦτʼ οἰκονομεῖν[107] ἀλλὰ τῇ πατρίδι. καὶ γὰρ εἰς ἄλλα πολλὰ μικρὸς ἄν τις εἴη καὶ γλίσχρος αὑτῷ διοικῶν καὶ διʼ αὑτὸν πραγματευόμενος· εἰ δὲ δημοσίᾳ καὶ διὰ τὴν πόλιν, οὐκ ἀγεννής, ἀλλὰ μεῖζον τὸ μέχρι μικρῶν ἐπιμελὲς καὶ πρόθυμον. ἕτεροι δὲ σεμνότερον οἴονται καὶ μεγαλοπρεπέστερον εἶναι τὸ τοῦ Περικλέους· ὧν καὶ Κριτόλαός ἐστιν ὁ Περιπατητικὸς ἀξιῶν, ὥσπερ ἡ Σαλαμινία ναῦς Ἀθήνησι[108] καὶ ἡ [811d] Πάραλος οὐκ ἐπὶ πᾶν ἔργον ἀλλʼ ἐπὶ τὰς ἀναγκαίας καὶ μεγάλας κατεσπῶντο πράξεις, οὕτως ἑαυτῷ πρὸς τὰ κυριώτατα καὶ μέγιστα χρῆσθαι, ὡς ὁ τοῦ κόσμου βασιλεύς,

τῶν ἄγαν γὰρ ἅπτεται[109]
θεός, τὰ μικρὰ δʼ εἰς τύχην ἀνεὶς[110] ἐᾷ