Pular para o conteúdo

Πολιτικὰ παραγγέλματα

Plutarch · Parte 809

πῶς οὐκ ἐκείνοις γε προχειρότερον εἰπεῖν ἑκάστῳ “μισῶ τὸν δεῖνα καὶ βούλομαι ποιῆσαι κακῶς, ἀλλὰ πατρίδʼ ἐμὴν μᾶλλον φιλῶ;” τὸ γὰρ μὴ θέλειν διαλυθῆναι πρὸς ἐχθρόν, ὧν ἕνεκα δεῖ καὶ[96] φίλον προέσθαι, δεινῶς ἄγριον καὶ θηριῶδες. οὐ μὴν ἀλλὰ βέλτιον οἱ περὶ Φωκίωνα καὶ Κάτωνα, μηδʼ ὅλως ἔχθραν τινὰ[97] πρὸς πολιτικὰς· τιθέμενοι διαφοράς, [809e] ἀλλὰ δεινοὶ καὶ ἀπαραίτητοι μόνον ἐν τοῖς δημοσίοις ἀγῶσιν ὄντες μὴ προέσθαι τὸ συμφέρον, ἐν δὲ τοῖς ἰδίοις ἀμηνίτως καὶ φιλανθρώπως χρώμενοι τοῖς ἐκεῖ διαφερομένοις. δεῖ γὰρ ἐχθρὸν μηδένα πολίτην νομίζειν, ἂν μή τις, οἷος Ἀριστίων ἢ Νάβις ἢ Κατιλίνας νόσημα καὶ ἀπόστημα πόλεως ἐγγένηται τοὺς δʼ ἄλλως ἀπᾴδοντας ὥσπερ ἁρμονικὸν ἐπιτείνοντα καὶ χαλῶντα πράως εἰς τὸ ἐμμελὲς ἄγειν, μὴ τοῖς ἁμαρτάνουσι σὺν ὀργῇ καὶ πρὸς ὕβριν ἐπιφυόμενον, ἀλλʼ ὡς Ὅμηρος ἠθικώτερον [809f]

ὦ πέπον, ἦ τʼ ἐφάμην σε περὶ φρένας ἔμμεναι
ʽἄλλων

καὶ

οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι