Pular para o conteúdo

Πολιτικὰ παραγγέλματα

Plutarch · Parte 801-2

καὶ γὰρ ὁ τρόπος καὶ ὁ λόγος[29] εἰ μὴ νὴ Δία φήσει τις, ὡς τὸν κυβερνήτην ἄγειν[30] τὸ πλοῖον οὐ τὸ πηδάλιον, [801d] καὶ τὸν ἱππέα στρέφειν τὸν ἵππον οὐ τὸν χαλινόν, οὕτω πόλιν πείθειν οὐ λόγῳ, ἀλλὰ τρόπῳ χρωμένην ὥσπερ οἴακι καὶ χαλινῷ τὴν πολιτικὴν ἀρετήν, ὅπερ εὐστροφώτατον ζῷον, ὥς φησι Πλάτων[31], οἷον ἐκ πρύμνης ἁπτομένην καὶ κατευθύνουσαν. ὅπου γὰρ οἱ μεγάλοι βασιλεῖς ἐκεῖνοι καὶ διογενεῖς, ὡς Ὅμηρός φησιν, ἁλουργίσι καὶ σκήπτροις καὶ δορυφόροις καὶ θεῶν χρησμοῖς ἐξογκοῦσιν[32] ἑαυτούς, καὶ δουλούμενοι τῇ σεμνότητι τοὺς πολλοὺς ὡς κρείττονες, ὅμως ἐβούλοντο “μύθων ῥητῆρες” εἶναι καὶ οὐκ ἠμέλουν τῆς τοῦ λέγειν χάριτος οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσιν[33] [801e] οὐδὲ Διὸς Βουλαίου μόνον[34] ἔχρῃζον οὐδʼ Ἄρεος Ἐνυαλίου καὶ Στρατίας Ἀθηνᾶς, ἀλλὰ καὶ τὴν Καλλιόπην παρεκάλουν

ἣ δὴ[35] βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ

πραΰνουσα πειθοῖ καὶ κατᾴδουσα[36] τῶν δήμων τὸ αὔθαδες καὶ βίαιον· ἦ που δυνατὸν ἄνθρωπον ἰδιώτην ἐξ ἱματίου καὶ σχήματος δημοτικοῦ πόλιν ἄγειν βουλόμενον ἐξισχῦσαι καὶ κρατῆσαι τῶν πολλῶν, εἰ μὴ λόγον ἔχοι συμπείθοντα καὶ προσαγόμενον; [801f] οἱ μὲν οὖν τὰ πλοῖα κυβερνῶντες ἑτέροις χρῶνται κελευσταῖς, ὁ δὲ πολιτικὸς ἐν ἑαυτῷ μὲν ὀφείλει τὸν κυβερνῶντα νοῦν ἔχειν ἐν ἑαυτῷ δὲ τὸν ἐγκελευόμενον λόγον, ὅπως μὴ δέηται φωνῆς ἀλλοτρίας μηδʼ ὥσπερ Ἰφικράτης ὑπὸ τῶν περὶ Ἀριστοφῶντα καταρρητορευόμενος λέγῃ “βελτίων μὲν ὁ τῶν ἀντιδίκων ὑποκριτὴς δρᾶμα δὲ τοὐμὸν ἄμεινον” μηδὲ πολλάκις δέηται τῶν Εὐριπιδείων ἐκείνων

εἴθʼ ἦν ἄφωνον σπέρμα δυστήνων βροτῶν·