[5] οὐ μὴν ἀμελητέον γε διὰ τοῦτο τῆς περὶ τὸν λόγον χάριτος καὶ δυνάμεως ἐν ἀρετῇ θεμένους τὸ σύμπαν, ἀλλὰ τὴν ῥητορικὴν νομίσαντας[27] μὴ δημιουργὸν ἀλλά τοι[28] συνεργὸν εἶναι πειθοῦς, ἐπανορθωτέον τὸ τοῦ Μενάνδρου
τρόπος ἔσθʼ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος·