Pular para o conteúdo

Πολιτικὰ παραγγέλματα

Plutarch · Parte 802

[802a] καὶ

φεῦ φεῦ, τὸ μὴ τὰ πράγματʼ ἀνθρώποις ἔχειν
φωνήν, ἵνʼ ἦσαν μηδὲν οἱ δεινοὶ λέγειν.

ταῦτα μὲν γὰρ ἴσως Ἀλκαμένει καὶ Νησιώτῃ καὶ Ἰκτίνῳ καὶ πᾶσι τοῖς βαναύσοις καὶ χειρώναξι τὸ δύνασθαι λέγειν ἀπομνυμένοις δοτέον ἀποδιδράσκειν· ὥσπερ Ἀθήνησιν ἀρχιτεκτόνων ποτὲ δυεῖν ἐξεταζομένων πρὸς δημόσιον ἔργον ὁ μὲν αἱμύλος καὶ κομψὸς εἰπεῖν λόγον τινὰ διελθὼν περὶ· τῆς κατασκευῆς μεμελετημένον ἐκίνησε τὸν δῆμον, ὁ δὲ [802b] βελτίων τῇ τέχνῃ λέγειν δʼ ἀδύνατος, παρελθὼν εἰς μέσον εἶπεν “ἄνδρες Ἀθηναῖοι, ὡς οὗτος εἴρηκεν, ἐγὼ ποιήσω” τὴν γὰρ Ἐργάνην οὗτοι μόνον θεραπεύουσιν, ὥς φησι Σοφοκλῆς[37], οἱ “παρʼ ἄκμονι τυπάδι βαρείᾳ” καὶ πληγαῖς ὑπακούουσαν ὕλην ἄψυχον δημιουργοῦντες· ὁ δὲ τῆς Πολιάδος Ἀθηνᾶς καὶ τῆς Βουλαίας Θέμιδος

ἣ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει

προφήτης, ἑνὶ χρώμενος ὀργάνῳ τῷ λόγῳ τὰ μὲν πλάττων καὶ συναρμόττων, τὰ δʼ ἀντιστατοῦντα πρὸς τὸ ἔργον ὥσπερ ὄζους τινὰς ἐν ξύλῳ καὶ διπλόας[38] ἐν σιδήρῳ μαλάσσων καὶ καταλεαίνων, κοσμεῖ [802c] τὴν πόλιν. διὰ τοῦτʼ ἦν ἡ[39] κατὰ Περικλέα πολιτεία, “λόγῳ μέν” ὥς φησι Θουκυδίδης[40] “δημοκρατία, ἔργῳ δʼ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχὴ” διὰ τὴν τοῦ λόγου δύναμιν. ἐπεὶ καὶ Κίμων ἀγαθὸς ἦν καὶ Ἐφιάλτης καὶ Θουκυδίδης, ἀλλʼ ἐρωτηθεὶς οὗτος ὑπʼ Ἀρχιδάμου τοῦ[41] βασιλέως τῶν Σπαρτιατῶν πότερον αὐτὸς ἢ Περικλῆς παλαίει βέλτιον “οὐκ ἂν εἰδείη τις εἶπεν· ὅταν γὰρ ἐγὼ καταβάλω παλαίων, ἐκεῖνος λέγων μὴ πεπτωκέναι, νικᾷ καὶ πείθει τοὺς θεωμένους. ” τοῦτο δʼ οὐκ αὐτῷ μόνον[42] ἐκείνῳ δόξαν ἀλλὰ καὶ τῇ πόλει σωτηρίαν ἔφερε· πειθομένη γὰρ αὐτῷ τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἔσῳζε, τῶν δʼ ἐκτὸς ἀπείχετο. Νικίας δὲ τὴν αὐτὴν προαίρεσιν [802d] ἔχων, πειθοῦς δὲ τοιαύτης ἐνδεὴς ὢν καὶ καθάπερ ἀμβλεῖ χαλινῷ τῷ λόγῳ πειρώμενος ἀποστρέφειν τὸν δῆμον, οὐ κατέσχεν οὐδʼ ἐκράτησεν, ἀλλʼ ᾤχετο βίᾳ φερόμενος εἰς Σικελίαν καὶ συνεκτραχηλιζόμενος. τὸν μὲν οὖν λύκον οὔ φασι τῶν ὤτων κρατεῖν, δῆμον δὲ καὶ πόλιν ἐκ τῶν ὤτων ἄγειν δεῖ μά λιστα, μή, καθάπερ ἔνιοι τῶν ἀγυμνάστων περὶ λόγον λαβὰς ἀμούσους καὶ ἀτέχνους ζητοῦντες ἐν τοῖς πολλοῖς τῆς γαστρὸς ἕλκουσιν εὐωχοῦντες ἢ τοῦ βαλλαντίου διδόντες, ἢ πυρρίχας τινὰς ἢ μονομάχων θεάματα παρασκευάζοντες ἀεὶ δημαγωγοῦσι, [802e] μᾶλλον δὲ δημοκοποῦσι. δημαγωγία γὰρ ἡ διὰ λόγου πειθομένων ἐστίν, αἱ δὲ τοιαῦται τιθασεύσεις τῶν ὄχλων οὐδὲν ἀλόγων ζῴων ἄγρας καὶ βουκολήσεως διαφέρουσιν.