[20] [1068a] ΔΙΑΔΟΥΜ. ὁ τοίνυν λέγων οὐκ ἀχρήστως γεγονέναι τὴν κακίαν, ὅρα πάλιν οἷον αὐτὴν ἀποδείκνυσι χρῆμα καὶ κτῆμα τοῖς ἔχουσι, γράφων ἐν τοῖς περὶ Κατορθωμάτων ὡς “ὁ φαῦλος οὐδενὸς· δεῖται, οὐδενὸς ἔχει χρείαν· οὐδέν ἐστιν αὐτῷ χρήσιμον, οὐδὲν οἰκεῖον, οὐδὲν ἁρμόττον.” πῶς οὖν εὔχρηστος ἡ κακία, μεθʼ ἧς οὐδʼ ὑγίεια χρήσιμον οὐδὲ πλῆθος χρημάτων οὐδὲ προκοπή; οὐ δεῖται δέ τις ὧν· τὰ μὲν προηγμένα· καὶ ληπτὰ καὶ νὴ Δίʼ εὔχρηστα, τὰ [1068b] δὲ κατὰ φύσιν, ὡς αὐτοὶ καλοῦσιν; εἶτα τούτων οὐδεὶς ἔχει χρείαν, ἂν μὴ γένηται σοφός. οὐδὲ τοῦ σοφὸς οὖν γενέσθαι χρείαν ἔχει ὁ φαῦλος. οὐδὲ διψῶσιν οὐδὲ πεινῶσιν ἄνθρωποι, πρὶν σοφοὶ γενέσθαι· διψῶντες οὖν ὕδατος οὐκ ἔχουσι χρείαν οὐδʼ ἄρτου πεινῶντες.
ἔστε ξένοισι μειλίχοις ἐοικότες
στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις·