Pular para o conteúdo

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Plutarch · Parte 1067

[1067e] ἀρετῆς δὲ μηδʼ ἐνύπνιον. οἱ μὲν γὰρ ἐν Σπάρτῃ τῶν φιδιτίων ἐπιμελόμενοι δύο ἢ τρεῖς ἐπίτηδες εἵλωτας ἐμπεφορημένους ἀκράτου καὶ μεθύοντας εἰσάγοντες εἰς κοινὸν ἐπιδείκνυνται τοῖς νέοις, ὁποῖόν ἐστι τὸ μεθύειν, ὅπως φυλάττωνται καὶ σωφρονῶσιν ἐν δὲ τῷ βίῳ τὰ πολλὰ ταῦτα τῆς κακίας γέγονε παραδείγματα· νήφων γὰρ οὐδὲ εἷς ἐστι πρὸς ἀρετήν, ἀλλὰ ῥεμβόμεθα πάντες, ἀσχημονοῦντες [1067f] καὶ κακοδαιμονοῦντες οὕτως ὁ λόγος ἡμᾶς μεθύσκει καὶ τοσαύτης καταπίμπλησι ταραχῆς καὶ παραφροσύνης, οὐδὲν ἀπολείποντας τῶν κυνῶν, ἅς φησιν Αἴσωπος δερμάτων τινῶν ἐμπλεόντων ἐφιεμένας ὁρμῆσαι μὲν ἐκπίνειν τὴν θάλασσαν, ῥαγῆναι δὲ πρότερον ἢ τῶν δερμάτων λαβέσθαι καὶ γὰρ ἡμᾶς ὁ λόγος ἐλπίζοντας εὐδαιμονήσειν διʼ αὐτοῦ καὶ τῇ ἀρετῇ προσοίσεσθαι, πρὶν ἐπʼ ἐκείνην ἀφικέσθαι, διέφθαρκε καὶ ἀπολώλεκε, πολλῆς ἀκράτου καὶ πικρᾶς κακίας προεμφορηθέντας εἴ γε δὴ καὶ τοῖς ἐπʼ ἄκρον προκόπτουσιν, ὡς οὗτοι λέγουσιν, οὔτε κουφισμὸς οὔτʼ ἄνεσις ἔστιν οὔτʼ ἀναπνοὴ τῆς ἀβελτερίας καὶ κακοδαιμονίας