[19] ΔΙΑΔΟΥΜ. εἰ δὲ δὴ πάντως ἐδεῖτο κακοῦ γενέσεως ἡ φύσις, ἓν ἦν δήπου παράδειγμα κακίας ἱκανὸν ἢ δεύτερον· εἰ δὲ βούλει, δέκα φαύλους ἢ χιλίους ἢ μυρίους ἔδει γενέσθαι, καὶ μὴ κακίας μὲν φορὰν τοσαύτην τὸ πλῆθος
οὐ ψάμμος, ἢ κόνις, ἢ πτερὰ ποικιλοθρόων οἰωνῶν
τόσσον ἂν χεύαιτʼ ἀριθμόν