Pular para o conteúdo

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Plutarch · Parte 1068

οὗτος οὐκ εἶχε χρείαν ὑποδοχῆς; οὐδὲ χλαίνης ἐκεῖνος ὁ λέγων “δὸς χλαῖναν Ἱππώνακτι κάρτα γὰρ ῥιγῶ;” ἀλλὰ βούλει παράδοξον εἰπεῖν τι καὶ περιττὸν καὶ ἴδιον; λέγε τὸν σοφὸν μηδενὸς ἔχειν χρείαν μηδὲ δεῖσθαί τινος, ἐκεῖνος ὄλβιος, ἐκεῖνος ἀπροσδεής, [1068c] ἐκεῖνος αὐτάρκης μακάριος τέλειος. νυνὶ δὲ τίς ὁ ἴλιγγος οὗτος τὸν μὲν ἀνενδεᾶ δεῖσθαι ὧν ἔχει ἀγαθῶν, τὸν δὲ φαῦλον ἐνδεᾶ μὲν εἶναι πολλῶν δεῖσθαι δὲ μηδενός; τουτὶ γὰρ λέγει Χρύσιππος, ὡς “οὐ δέονται μὲν ἐνδέονται δʼ οἱ φαῦλοι,” πεττῶν δίκην δεῦρο κἀκεῖ τὰς κοινὰς ἐννοίας μετατιθείς. πάντες γὰρ ἄνθρωποι τὸ δεῖσθαι πρότερον εἶναι τοῦ ἐνδεῖσθαι νομίζουσιν, ἡγούμενοι τὸν οὐχ ἑτοίμων οὐδʼ εὐπορίστων δεόμενον ἐνδεῖσθαι. κεράτων γοῦν καὶ πτερῶν οὐδεὶς ἐνδεὴς ἄνθρωπός ἐστιν, ὅτι μηδὲ δεῖται τούτων· ἀλλʼ ὅπλων ἐνδεεῖς, λέγομεν καὶ χρημάτων καὶ ἱματίων, ὅταν ἐν χρείᾳ γενόμενοι μὴ [1068d] τυγχάνωσι μηδʼ ἔχωσιν. οἱ δʼ οὕτως ἐπιθυμοῦσιν ἀεί τι παρὰ τὰς κοινὰς ἐννοίας φαίνεσθαι λέγοντες, ὥστε πολλάκις ἐξίστασθαι καὶ τῶν ἰδίων ἐπιθυμίᾳ καινολογίας, ὥσπερ ἐνταῦθα.