ὡς γὰρ ἰατρὸς εὐγνώμων βούλοιτʼ ἂν ὕπνῳ καὶ τροφῇ μᾶλλον ἢ καστορίῳ καὶ σκαμωνίῳ τὸ νόσημα λῦσαι τοῦ κάμνοντος, οὕτω καὶ φίλος ἐπιεικὴς καὶ [73e] πατὴρ χρηστὸς καὶ διδάσκαλος ἐπαίνῳ μᾶλλον ἢ ψόγῳ χαίρει πρὸς ἐπανόρθωσιν ἤθους χρώμενος οὐδὲν γὰρ ἄλλο ποιεῖ τὸν παρρησιαζόμενον ἥκιστα λυπεῖν καὶ μάλιστα θεραπεύειν ἢ τὸ φειδόμενον ὀργῆς ἐν ἤθει καὶ μετʼ εὐνοίας προσφέρεσθαι τοῖς ἁμαρτάνουσιν. ὅθεν οὔτʼ ἀρνουμένους δεῖ πικρῶς ἐξελέγχειν οὔτε κωλύειν ἀπολογουμένους, ἀλλὰ καὶ προφάσεις εὐσχήμονας ἁμωσγέπως συνεκπορίζειν καὶ τῆς χείρονος αἰτίας ἀφισταμένοις[115] αὐτοὺς ἐνδιδόναι μετριωτέραν, ὡς ὁ Ἕκτωρ
δαιμόνιʼ, οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ
[73f] πρὸς τὸν ἀδελφόν, ὡς οὐκ ἀπόδρασιν οὐδὲ δειλίαν οὖσαν ἀλλʼ ὀργὴν τὴν ἐκ τῆς μάχης ἀναχώρησιν αὐτοῦ. καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ Νέστωρ
σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
εἴξας.