ἠθικώτερον γὰρ οἶμαι τοῦ “ἠδίκησας” καὶ “ἠσχημόνησας” τὸ “οὐκ[116] ἐπέστησας” καὶ “ἠγνόησας”[117], καὶ τὸ “μὴ φιλονείκει πρὸς τὸν ἀδελφὸν” ἢ τὸ “μὴ φθόνει τῷ [74a] ἀδελφῷ” καὶ τὸ “φύγε τὴν γυναῖκα διαφθείρουσαν” ἢ τὸ “παῦσαι τὴν γυναῖκα διαφθείρων.” τοιοῦτον γὰρ ἡ θεραπευτικὴ παρρησία ζητεῖ τρόπον, ἡ δὲ πρακτικὴ[118] τὸν ἐναντίον. ὅταν γὰρ ἢ μέλλοντας ἁμαρτάνειν ἐκκροῦσαι δεήσῃ πρὸς[119] ὁρμήν τινα βίαιον ἐνισταμένους[120] ἐξ ἐναντίας φερομένην ἢ πρὸς τὰ καλὰ μαλακῶς καὶ ἀπροθύμως ἔχοντας ἐντεῖναι καὶ παρορμῆσαι θελήσωμεν, εἰς αἰτίας δεῖ περιφέρειν ἀτόπους καὶ μὴ πρεπούσας τὸ γιγνόμενον. ὡς ὁ παρὰ Σοφοκλεῖ τὸν Ἀχιλλέα παροξύνων Ὀδυσσεὺς οὔ φησιν ὀργίζεσθαι διὰ τὸ δεῖπνον, ἀλλʼ [74b]
ἤδη φησὶ τὰ Τροίας εἰσορῶν ἑδώλια
δέδοικας,
καὶ πρὸς ταῦτα πάλιν τοῦ Ἀχιλλέως διαγανακτοῦντος καὶ ἀποπλεῖν λέγοντος
ἐγᾦδʼ ὃ φεύγεις, οὐ τὸ μὴ κλύειν κακῶς,
ἀλλʼ ἐγγὺς Ἕκτωρ ἐστί· οὐ μένειν καλόν.
τὸν μὲν οὖν θυμοειδῆ καὶ ἀνδρώδη δειλίας δόξῃ, τὸν δὲ σώφρονα καὶ κόσμιον ἀκολασίας, τὸν δʼ ἐλευθέριον καὶ μεγαλοπρεπῆ μικρολογίας καὶ φιλαργυρίας δεδιττόμενοι παρορμῶσι πρὸς τὰ καλὰ καὶ τῶν αἰσχρῶν ἀπελαύνουσι, μέτριοι μὲν ἐν τοῖς ἀνηκέστοις [74c] ἐξεταζόμενοι καὶ τὸ λυπούμενον καὶ τὸ συναλγοῦν πλέον ἐν τῷ παρρησιάζεσθαι τοῦ ψέγοντος ἔχοντες, ἐν δὲ ταῖς κωλύσεσι τῶν ἁμαρτανομένων καὶ πρὸς τὰ πάθη διαμάχαις σφοδροὶ καὶ ἀπαραίτητοι καὶ συνεχεῖς ὄντες οὗτος γὰρ ὁ καιρὸς εὐνοίας ἀθρύπτου καὶ παρρησίας ἀληθινῆς ἐστι. τῷ δὲ ψέγειν τὰ πραχθέντα καὶ τοὺς ἐχθροὺς κατʼ ἀλλήλων ὁρῶμεν χρωμένους, ὥσπερ Διογένης ἔλεγεν ὅτι τῷ μέλλοντι σῴζεσθαι δεῖ φίλους ἀγαθοὺς ἢ διαπύρους ἐχθροὺς ὑπάρχειν οἱ μὲν γὰρ διδάσκουσιν, οἱ δʼ ἐλέγχουσι. βέλτιον δὲ τὰς ἁμαρτίας φυλάττεσθαι τοῖς συμβουλεύουσι πειθόμενον ἢ μετανοεῖν [74d] ἁμαρτάνοντα διὰ τοὺς κακῶς λέγοντας. καὶ διὰ τοῦτο δεῖ καὶ περὶ τὴν παρρησίαν φιλοτεχνεῖν, ὅσῳ μέγιστόν ἐστι καὶ κράτιστον ἐν φιλίᾳ φάρμακον, εὐστοχίας τε καιροῦ μάλιστα καὶ κράσεως μέτρον ἐχούσης ἀεὶ δεομένη.