[36] ἐπεὶ δʼ οὔτε τῷ γήρᾳ πάντα πρόσεστι κακὰ κατʼ Εὐριπίδην[114] οὔτε τῇ τῶν φίλων ἀβελτερίᾳ, δεῖ μὴ μόνον ἁμαρτάνοντας ἀλλὰ καὶ κατορθοῦντας ἐπιτηρεῖν τοὺς φίλους, καὶ νὴ Δία προθύμως ἐπαινεῖν τὸ πρῶτον· εἶθʼ ὥσπερ ὁ σίδηρος πυκνοῦται τῇ [73d] περιψύξει καὶ δέχεται τὴν στόμωσιν ἀνεθεὶς πρῶτον ὑπὸ θερμότητος καὶ μαλακὸς γενόμενος, οὕτω τοῖς φίλοις διακεχυμένοις καὶ θερμοῖς οὖσιν ὑπὸ τῶν ἐπαίνων ὥσπερ βαφὴν ἀτρέμα τὴν παρρησίαν ἐπάγειν. δίδωσι γὰρ καιρὸς εἰπεῖν ἆρʼ ἄξιον ἐκεῖνα τούτοις παραβάλλειν; ὁρᾷς τὸ καλὸν οἵους καρποὺς ἀποδίδωσι; ταῦτʼ ἀπαιτοῦμεν οἱ φίλοι, ταῦτʼ ἐστὶν οἰκεῖα, πρὸς ταῦτα πέφυκας· ἐκεῖνα δʼ ἀποδιοπομπητέον
εἰς ὄρος ἢ ἐς κῦμα πολυφλοίσβοιο θαλάσσης