Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 22

Capítulo 22

[7.22.1] πάντα οὐν, ὅσα ἔστιν εἰπεῖν καὶ ἔτι μὴ εὑρόντα παραλιπεῖν, ὅσa τῷ μέλλοντι κόσμῳ γενέσθαι ἀπὸ τοῦ σπέρματος ἔμελλεν ἁρμόζειν ἀναγκαίως καιροῖς ἰδίοις κατὰ προσθήκην αὐξανομένῳ ὑπὸ τηλικούτου καὶ τοιούτου θεοῦ, ὁποῖον οὐκ εἰπεῖν οὐ<δὲ> νοήσει γέγονε χωρῆσαι ἡ κτίσις, [καὶ] ἐνυπῆρχε τεθησαυρισμένα τῷ σπέρματι, καθάπερ νεογενεῖ παιδίῳ ὀδόντας ὕοτερον ὁρῶμεν καὶ πατρικὴν προσγενέσθαι οὐσίαν καὶ φρένας καὶ ὅσα παραυξανομένῳ [402] [403] ἐκ νέου κατὰ μικρὸν ἀνθρώπῳ ἃ μὴ πρότερον ἦν γίνεται.

[7.22.2] ἐπεὶ δὲ ἠν ἄπορον εἰπεῖν προβολήν τινα τοῦ μὴ ὄντος θεοῦ γεγονέναι τὸ οὐκ ὄν — φεύγει γὰρ πάνυ καὶ δέδοικε τὰς κατὰ προβολὴν τῶν γεγονότων οὐσίας ὁ Βασιλείδης —, ποίας γὰρ προβολῆς χρεία ἢ ποίας ὕλης ὑπόθεσις, ἵνα κόσμον θεὸς ἐργάσηται, καθάπερ ὁ ἀράχνης τὰ μηρύματα ἢ θνητὸς ἄνθρωπος χαλκὸν ἢ ξύλον ἤ τι τῶν τῆς ὕλης μερῶν ἐργαζόμενος λαμβάνει;

[7.22.3] ἀλλὰ »εἶπε«, φησί, καὶ ἐγένετο«, καὶ τοῦτό ἐστιν, ὡς λέγουσιν οἱ ἄνδρες οὗτοι, τὸ λεχθὲν ὑπὸ μωσέως· »γενηθήτω φῶς, καὶ ἐγένετο φῶς«. πόθεν, φησί, γέγονε τὸ φῶς; ἐξ οὐδενός· οὐ γὰρ γέγραπται, φησί, πόθεν, ἀλλ’ αὐτὸ μόνον ἐκ τῆς φωνῆς τοῦ λέγοντος· ὁ δὲ λέγων, φησίν, οὐκ ἦν, οὐδὲ τὸ γενόμενον ἠν.

[7.22.4] γέγονε, φησίν, ἐξ οὐκ ὄντων τὸ σπέρμα τοῦ κόσμου, ὁ λόγος ὁ λεχθεὶς »γενηθήτω φῶς«, καὶ τοῦτο φησίν, ἔστι τὸ λεγόμενον ἐν τοῖς εὐαγγελίοις »ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«.

[7.22.5] λαμβάνει τὰς ἀρχὰς ἀπὸ τοῦ σπέρματος ἐκείνου καὶ φωτίζεται. τοῦτό ἐστι τὸ σπέρμα, ὃ ἔχει ἐν ἑαυτῷ πάσαν τὴν πανσπερμίαν, ὅ φησιν Ἀριστοτέλης γένος εἶναι εἰς ἀπείρους τεμνόμενον ἰδέας, ὡς τέμνομεν ἀπὸ τοῦ ζῴου βοῦν, ἵππον, ἄνθρωπον, ὅπερ ἐστὶν οὐκ ὄν.

[7.22.6] ὑποκειμένου τοίνυν τοῦ κοσμικοῦ σπέρματος, ἐκεῖνοι λέγουσιν· ὅ τι ἂν λέγω, φησίν, μετὰ ταῦτα γεγονέναι, νέναι, μὴ ἐπιζήτει πόθεν. εἶχε γὰρ πάντα τὰ σπέρματα ἐν ἑαυτῷ τεθησαυρισμένα καὶ κατακείμενα, οἷον οὐκ ὄν<τα> ὑπό τε τοῦ ὄν)τος θεοῦ γενέσθαι προβεβουλευμένα.

[7.22.7] ἔδωμεν οὑν, τί λέγουσι πρῶτον ἢ τί δεύτερον ἢ τί τρίτον τὸ ἀπὸ τοῦ σπέρματος τοῦ κοσμικοῦ γεγενημένον. ἦν, φησίν, ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής, κατὰ πάντα τῷ οὐκ ὄντι θεῷ ὁμοούσιος, γεννητὴ ἐξ οὐκ ὄντων. ταύτης τῆς υἱότητος τῆς τριχῇ διῃρημένης τὸ μέν τι ἦν λεπτομερές, τὸ δὲ παχυμερίς, τὸ #x003E; ἀποκαθάρσεως δεόμενον.

[7.22.8] τὸ μὲν οὖν λεπτομερὲς εὐθέως πρῶτον ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν πρώτην καταβολὴν ὑπὸ τοῦ <οὐκ> ὄντος διέσφυξε καὶ ἀνῆλθε καὶ ἀνέδραμε κάτωθεν ἄνω ποιητικῷ τινι χρησάμενον τάχει [404] [405] ὡσεὶ πτερὸν ἠὲ νόημα, καὶ ἐγένετο, φησί, πρὸς τὸν οὐκ ὄντα· ἐκείνου γὰρ δι᾿ ὑπερβολὴν κάλλους καὶ ὡραιότητος πᾶσα φύσις ὀρέγεται, ἄλλη δὲ ἄλλως.

[7.22.9] ἡ δὲ παχυμερεστέρα ἔτι μένουσα ἐν τῷ σπέρματι, μιμητική τις οὖσα. ἀναδραμεῖν μὲν οὐκ ἠδυνήθη· πολὺ γὰρ ἐνδεεστέρα τῆς λεπτομερείας ἡς εἶχεν ἡ δι᾿ αὑτῆς υἱότης ἀναδραμοῦσα, ἀπελείπετο.

[7.22.10] ἐπτέρωσεν οὖν αὑτὴν ἡ υἱότης ἡ παχυμερεστέρα τοιούτῳ τινὶ πτερῶ, ὁποίῳ διδάσκαλος ὢν Πλάτων Ἀριστοτέλους ἐν Φαίδρῳ τὴν ψυχὴν πτεροῖ, καὶ καλεῖ τὸ τοιοῦτο Βασιλείδης οὐ πτερόν, ἀλλὰ πνεῦμα ἄγιον, ὃ εὐεργετεῖ ἡ υἱότης ἐνδυσαμένη καὶ εὐεργετεῖται.

[7.22.11] εὐεργετεῖ μέν, ὅτι καθάπερ ὄρνιθος πτερὸν αὐτὸ κατ᾿ αὐτὸ τοῦ ὄρνιθος ἀπηλλαγμένον οὐκ ἂν γένοιτό ποτε ὑψηλὸν οὐδὲ μετάρσιον, οὐδ’ οὖ ὄρνις ἀπολελυμένος τοῦ πτεροῦ οὐκ ἄν ποτε γένοιτο ὑψηλὸς οὐδὲ μετάρσιος· τοιοῦτόν τινα τὸν λόγον ἔσχεν ἡ υἱότης πρὸς τὸ πνεῦμα τὸ ἅγιον καὶ τὸ πνεῦμα πρὸς τὴν υἱότητα.

[7.22.12] ἀναφερομένη γὰρ ὑπὸ τοῦ πνεύματος ἡ υἱότης ὡς ὑπὸ πτεροῦ ἀναφέρει τὸ πτερόν, τουτέστι τὸ πνεῦμα, καὶ πλησίον γενομένη τῆς λεπτομεροῦς υἱότητος καὶ τοῦ θεοῦ τοῦ οὐκὄντος καὶ δημιουργήσαντος ἐξ οὐκ ὄντων, ἔχειν μὲν αὐτὸ μετ᾿ αὐτῆς οὐκ ἠδύνατο· ἦν γὰρ οὐχ ὁμοούσιον οὐδὲ φύσιν εἶχε μετὰ τῆς υἱότητος·

[7.22.13] ἀλλὰ ὥσπερ ἐστὶ παρὰ φύσιν καὶ ὀλέθριος τοῖς ἰχθύσιν ἀὴρ καθαρὸς καὶ ξηρός, οὕτω τῷ πνεύματι τῷ ἁγίῳ ἠν παρὰ φύσιν ἐκεῖνο τὸ ἀρρήτων ἀρρητότερον καὶ πάντων ἀνώτερον ὀνομάτων τοῦ οὐκ ὄντος ὁμοῦ θεοῦ χωρίον καὶ τῆς υἱότητος. κατέλιπεν οὐν αὐτὸ πλησίον #x003E; υἱότης ἐκείνου τοῦ μακαρίου καὶ νοηθῆναι μὴ δυναμένου μὴ] μηδὲ καρακτηρισθηῆναί τινι λόγῳ χωρίου, οὐ παντάπασιν ἔρημον οὐδὲ ἀπηλλαγμένον τῆς υἱότητος·

[7.22.14] ἀλλὰ γὰρ ὥσπερ εἰς ἄγγος ἐμβληθὲν μύρον εὐωδέστατον εἰ καὶ ὅτε μάλιστα ἐπιμελῶς ἒκκενωθείη, ὅμως ὀδμή τις ἔτι μένει τοῦ μύρου καὶ καταλείπεται, [406] [407] κἂν ᾐ κεχωρισμένον τοῦ ἀγγείου, καὶ μύρου ὂσμὴν τὸ ἀγγεῖον #x003E; εἰ καὶ μὴ μύρον, οὕτως τὸ πνεῦμα τὸ ἅγιον μεμένηκε τῆς υἱότητος ἄμοιρον καὶ ἀπηλλαγμένον, ἔχει δὲ ἐν ἑαυτῷ μύρου παραπλησίως τὴν δύναμιν, <τῆς υἱότητος τὴν> ὀσμήν· καὶ τοῦτό ἐστι ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τὸν Ἀαρών«, ἡ ἀπὸ τοῦ πνεύματος τοῦ ἁγίου φερομένη ὀσμὴ ἄνωθεν κάτω μέχρι τῆς ἀμορφίας καὶ τοῦ διαστήματος τοῦ καθ’ ἡμας· ὅθεν ἤρξατο ἀνελθεῖν ἡ υἱότης οἱονεὶ ἐπὶ πτερύγων ἀετοῦ, φησί, καὶ τῶν μεταφρένων ἐνεχθεῖσα. σπεύδει γάρ, φησί, πάντα κάντα ἄνω, ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα· οὐδὲν δὲ οὕτως † ἀνόητόν ἐστι τῶν <ἐν> τοῖς κρείττοσιν, ἵνα μὴ κατέλθῃ κάτω. ἡ δὲ τρίτη υἱότης, φησίν, ἡ ἀποκαθάρσεως δεομένη μεμένηκεν <ἐν> τῷ μεγάλῳ τῆς σωρῷ εὐεργετοῦσα καὶ εὐεργετουμένη. τίνα δὲ τὸν τρόπον εὐεργετεῖται καὶ εὐεργετεῖ, ὕστερον ἐροῦμεν κατὰ τὸν οἰκεῖον αὐτοῦ γενόμενοι λόγον.