Capítulo 23
[7.23.1] Ἐπεὶ οὖν γέγονε πρώτη καὶ δευτέρα ἀναδρομὴ τῆς υἱότητος καὶ μεμένηκεν αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον τὸν εἰρημένον τρόπον, στερέωμα τῶν ὑπερκοσμίων καὶ τοῦ κόσμου μεταξὺ τεταγμένον —
[7.23.2] διῄρηται γὰρ ὑπὸ Βασιλείδου τὰ ὄντα εἰς δύο τὰς προσεχεῖς καὶ πρώτας διαιρέσεις, καὶ καλεῖται κατ᾿ αὐτὸν τὸ μέν τι κόσμος, τὸ δέ τι ὑπερκόσμια, τὸ δὲ μεταξὺ τοῦ κόσμου καὶ τῶν ὑπερκοσμίων μεθόριον πνεῦμα τοῦτο, ὅπερ ἐστὶ καὶ ἅγιον καὶ τῆς υἱότητος ὲ́χει μένουσαν ἐν ἑαυτῷ τὴν ὀσμήν —·
[7.23.3] ὄντος οὖν τοῦ στερεώματος, ὅ ἐστιν ὑπεράνω τοῦ οὐρανοῦ, διέσφυξε καὶ ἐγεννήθη ἀπὸ τοῦ κοσμικοῦ σπέρματος καὶ τῆς πανσπερμίας τοῦ σωροῦ ὁ μέγας ἄρχων, ἡ κεφαλὴ τοῦ κόσμου, κάλλος τι καὶ μέγεθος καὶ δύναμις λαληθῆναι μὴ δυναμένη. ἀρρήτων γάρ, φησίν, ἐστὸν ἀρρητότερος καὶ δυνατῶν δυνατώτερος καὶ σοφῶν σοφώτερος καὶ ὅ τι ἂν εἴπῃς πάντων τῶν καλῶν κρείττων.
[7.23.4] οὑτος γεννηθεὶς ἐπῆρεν ἑαυτὸν καὶ μετεώρισε καὶ ἠνέ- [408] [409] χθη ὅλος ἄνω μέχρι τοῦ στερεώματος, ἔστη] τῆς δὲ ἀναδρομῆς καὶ τοῦ ὐψώματος τὸ στερέωμα τέλος εἶναι νομίσας καὶ μηδὲ εἶναι μετὰ ταῦτα ὅλως μηδὲν εἶναι] ἐπινοήσας, ἐγένετο μὲν ὑποκειμένων πάντων, ὅσα ἦν λοιπὸν κοσμικά. σοφώτερος, δυνατώτερος, ἐκπρεπέστερος, φωτεινότερος, πᾶν ὅ τι ἂν εἴπῃς καλὸν διαφέρον χωρὶς μόνης τῆς ὑπολελειμμένης υἱότητος ἔτι ἐν τῇ πανσπερμίᾳ· ἠγνόει γὰρ ὅτι ἐστὶν αὐτοῦ σοφωτέρα καὶ δυνατωτέρα·καὶ κρείττων.
[7.23.5] νομίσας οὖν αὐτὸς εἶναι κύριος καὶ δεσπότης καὶ σοφὸς ἀρχιτέκτων τρέπεται εἰς τὴν καθ᾿ ἕκαστα κτίσιν τοῦ κόσμου. καὶ πρῶτον μὲν ἠξίωσε μὴ εἶναι μόνος, ἀλλὰ ἐποίησεν ἑαυτῷ καὶ ἐγέννησεν ἐκ τῶν ὑποκειμένων υἱὸν ἑαυτοῦ πολὺ κρείττονα καὶ σοφώτερον.
[7.23.6] ταῦτα γὰρ ἦν πάντα προβεβουλευμένος ὁ οὐκ ὢν θεός, ὅτε τὴν πανσπερμίαν κατέβαλεν. ἰδὼν οὖν τὸν υἱὸν ἐθαύμασε καὶ ἠγάπησε καὶ κατεπλάγη· τοιοῦτον γάρ τι κάλλος ἐφαίνετο υἱοῦ τῷ μεγάλῳ ἄρχοντι· καὶ ἐκάθισεν αὐτὸν ἐκ δεξιῶν ὁ ἄρχων.
[7.23.7] αὕτη ἐστὶν ἡ κατ᾿ αὐτοὺς ὀγδοὰς λεγομένη, ὅπου ἐστὶν ὁ μέγας ἄρχων καθήμενος. πᾶσαν οὖν τὴν ἐπουράνιον κτίσιν, τουτέστι τὴν αἰθέριον, αὐτὸς εἰργάσατο ὁ δημιουργὸς ὁ μέγας σοφός· ἐνήτγει δὲ αὐτῷ καὶ ὑπετίθετο ὁ υἱὸς ὁ τούτου γενόμενος, ὢν αὐτοῦ τοῦ δημιουργοῦ πολὺ σοφώτερος.