Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 21

Capítulo 21

[7.21.1] Ἐπεὶ <οὖν> οὐδὲν <ἦν> οὐχ οὐδία, οὐκ οὐσία, οὐκ οὐχ ἁπλοῦν, οὐ σύνθετον, οὐκ †ἀνόητον, οὐκ ἀναίσθητον, οὐκ ἄνθρωπος, οὐκ ἄγγελός, οὐ θεός, οὐδὲ ὅλως τι τῶν ὄνομαζομένων ἣ δι αἰσθήσεως λαμβανομένων ἢ νοητῶν πραγμάτων, ἀλλ᾿ οὕτω καὶ ἔτι λεπτομερεστέρως πάντων ἁπλῶς περιγεγραμμένων, <ὁ> οὐκ ὢν ὂν Ἀριστοτέλης καλεῖ νόησιν νοήσεως, οὗτοι δὲ οὐκ ὄντα, ἀνοήτως, ἀναισθήτως, ἀβούλως, ἀπροαιρέτως, ἀπαθῶς, ἀνεπιθυμήτως κόσμον ἠθέλησε ποιῆσαι.

[7.21.2] τὸ δὲ ἠθέλησε λέγω, φησί, σημασίας χάριν, ἀθε- [400] [401] λήτως καὶ ἀνοήτως καὶ ἀναισθήτως· κόσμον δὲ οὐ τὸν κατὰ πλάτος καὶ διαίρεσιν γεγενημένον ὕστερον καὶ διεστῶτα, ἀλλὰ γὰρ σπέρμα κόσμου.

[7.21.3] τὸ δὲ σπέρμα τοῦ κόσμου πάντα εἶχεν ἐν ἑαυτῷ, ὡς ὁ τοῦ σινάπεως κόκκος ἐν ἐλαχίστῳ συλλαβὼν ἔχει πάντα ὁμοῦ, τὰς ῥίζας, τὸ πρέμνον, τοὺς κλάδους, τὰ φύλλα τὰ ἀνεξαρίθμητα, σπέρματα τῶν κόκκων τὰ ἀπ)ὸ τοῦ φυτοῦ γεννώμενα, σπέρματα πάλιν ἄλλων καὶ ἄλλων πολλάκις φυτῶν κεχυμένα. οὕτως <ὁ> οὐκ ὢν θεὸς ἐποίησε κόσμον οὐκ ὄντα ἐξ οὐκ ὄντων, καταβαλόμενος καὶ ὑποστήσας σπέρμα τι ἓν ἔχον πᾶσαν ἐν ἑαυτῷ τὴν τοῦ κόσμου πανσπερμίαν. ἵνα δὲ καταφανέστερον ποιήσω τοῦτο ὅπερ ἐκεῖνοι λέγουσι· καθάπερ ᾠὸν ὄρνιθος εὐποικίλου τινὸς καὶ πολυχρωμάτου, οἱονεὶ τοῦ ταῶνος ἢ ἄλλου τινὸς ἔτι μᾶλλον πολυμόρφου καὶ πολυχρωμάτου, ὲν ὃν ὅμως ἔχει ἐν ἑαυτῷ πολλὰς οὐσιῶν πολυμόρφων καὶ πολυχρωμάτων καὶ πολυσυστάτων ἰδέας, οὕτως ἔχει τὸ καταβληθέν, φησίν, ὑπὸ τοῦ οὐκ ὄντος θεοῦ οὐκ ὂν σπέρμα <πανσπερμίαν> τοῦ κόσμου ὁμοῦ καὶ πολυούσιον.