Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 53

Capítulo 53

[6.53.1] Κατε>σκευάσθαι <δὲ> διὰ τῆς μητρὸς λέγουσι πρῶτον τὰ τέσσαρα στοιχεῖα, ἅ φησιν, πῦρ, ὕδωρ, γῆν, ἀέρα, εἰκόνα προβεβλῆσθαι τῆς ἄνω τετράδος· τὰς δὲ ἐνεργείας αὐτῶν συναριθμοῦντες, οἷον θερμόν, ψυχρόν, ὑγρόν, ξηρόν, λέγουσιν ἀκριβῶς ἐξεικονίζειν τὴν ὀγδοάδα.

[6.53.2] ἑξῆς <δὲ> ῑ δυνάμεις οὕτω καταριθμοῦσιν· ἑπτὰ σώματα ματα κυκλοειδῆ, ἃ καὶ οὐρανοὺς καλοῦσιν, ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκλον, ὃν καὶ ὄγδοον οὐρανὸν ὀνομάζουσι, πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην.

[6.53.3] καὶ ταῦτα ῑ ὄντα τὸν ἀριθμὸν εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου καὶ Ζωῆς· τὴν <δὲ> δωδεκάδα <μηνύεσθαι> διὰ τοῦ ζῳδιακοῦ κύκλου καλουμένου. γάρ δώδεκα ζῴδεκα φανερώτατα τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας θυγατέρα, δωδεκάδα, ἀποσκιάζειν λέγουσι.

[6.53.4] καὶ ἐπεὶ ἀντ<επ>εζεύχθη, φησί, τῇ τῶν ὅλων ἀνα]φορᾷ ὠκυτάτῃ ὑπαρχούσῃ ὁ ὕπερθεν οὐρανός, ὁ πρὸς αὐτῷ τῷ κύτει βαρύνων καὶ ἀντιταλαντεύων τὴν ἐκείνων ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὡς ἐν τριάκοντα ἔτεσι τὴν [378] [379] [380] περίοδον ἀπὸ σημείου ἐπὶ σημεῖον ποιεῖσθαι, εἰκόνα λέγουσιν αὐτὸν τοῦ Ὅρου τοῦ τὴν τριακοντώνυμον μητέρα αὐτῶν περιέχοντος·

[6.53.5] τὴν σελήνην τε πάλιν τὸν οὐρανὸν ἐκπεριερχομένην ἐν τριάκοντα ἡμέραις, διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν αἰώνων ἐκτυποῦν· καὶ τὸν [381] ἥλιον δέ, ἐν δώδεκα μησὶν ἐκπεριερχόμενον καὶ τερματίζοντα τὴν κυκλικὴν αὑτοῦ ἀποκατάστασιν, τὴν δωδεκάδα φανεροῦν·

[6.53.6] καὶ αὐτὰς δὲ τὰς ἡμέρας, δώδεκα ὡρῶν τὸ μέτρον ἐχούσας, τύπον τῆς κενῆς δωδεκάδος εἶναι· καὶ αὐτοῦ δὲ τοῦ ζῳδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα, ἕκαστον <γὰρ> ζῴδιον ἔχειν τριάκοντα.

[6.53.7] οὕτω δὴ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς <τὰ> τριάκοντα τετηρῆσθαι λέγουσιν· μὴν καὶ τὴν γῆν εἰς δώδεκα κλίματα διῃρῆσθαι φάσκοντες καὶ καθ ἐν ἕκαστον κλίμα ἀνὰ μίαν δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὐποδεχομένην καὶ ὡμοιωμένα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ [κατὰ] τὴν ἀπόρροιαν δυνάμει, τύπον <εἶναι> τῆς ἄνω δωδεκάδος.