Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 52

Capítulo 52

[6.52.1] Ταῦτα μὲν οὐν πρόδηλα εἶναι πᾶσιν ἐλπίζω τοῖς ὑγιαίνοντα νοῦν κεκτημένοις ὄντα ἄκυρα καὶ μακρὰν τῆς κατὰ θεοσέβειαν γνώσεως, ὄντα μέρη ἀστρολογικῆς λογικῆς ἐφευρέσεως καὶ ἀριθμητικῆς Πυθαγορείου, καθὼς οἱ φιλομαθεῖς εἴσεσθε, ἐν τοῖς προμεριμνηθεῖσιν ἡμῖν ἐκκειμένων τούτων τῶν δογμάτων.

[6.52.2] ἵνα δὲ σαφέστερον τούτους ἐπιδείξωμεν οὐ Χριστοῦ μαθητάς, ἀλλὰ Πυθαγόρου καὶ τῶν περὶ τὰ μετέωρα τῶν ἄστρων ἀπ(ει)λημμένων, ὅσα ἐπιτομῇ δυνατόν ἐστιν ἐκθήσομαι. λέγουσι γὰρ ταῦτα· ἐκ μονάδος καὶ δυάδος τὰ ὅλα συνεστάναι, καὶ ἀπὸ μὲν] μονάδος ἕως τῶν τεσσάρων ἀριθμοῦντες, οὕτως γεννῶσι τὴν δεκάδα.

[6.52.3] πάλιν δ’ αὖ δυὰς προελθοῦσα ἕως τοῦ ἐπισή- [371] [372] μου, οἶον δύο καὶ τέσσαρα καὶ ἕξ, τὴν δωδεκάδα ἐπέδειξε. καὶ πάλιν ἀπὸ τῆς δυάδος ἀριθμούντων ἡμῶν ἕως τῶν δέκα ἡ τριακοντὰς ἀνεδείχθη, ἐν ᾐ ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκάς.

[6.52.4] τὴν οὖν δωδεκάδα διὰ τὸ ἐπίσημον ἐσχηκέναι συνεπακολουθῆσαν αὐτῇ τὸ ἐπίσημον πάθος <λέγουσι> καὶ διὰ τοῦτο περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ γενομένου τὸ πρόβατον ἀποσκιρτῆσαν πππεπλανῆσθαι, ὁμοίως δὲ καὶ ἐκ τῆς δεκάδος.

[6.52.5] καὶ ἐπὶ τούτων τὴν δραχμὴν λέγουσιν, ἣν ἀπολέσασα γυνὴ ἅψασα λύχνον ἐζήτει, τήν τε ἐπὶ ἑνὶ προβάτῳ ἀπώλειαν καὶ τὴν τῶν ἐνενήκοντα ἐννέα συντιθέντες ἑαυτοῖς ἀριθμοὺς μυθεύουσιν, ὡς τῶν ἕνδεκα ἐπισυμπλεκομένων μένων τοῖς ἐννέα ποιεῖν τὸν τῶν ἐνενήκοντα ἐννέα ἀριθμόν, καὶ τούτου χάριν λέγεσθαι τὸ ἀμήν, περιέχον ἀριθμὸν ἐνενήκοντα ἐννέα.

[6.52.6] ἄλλον δὲ ἀριθμὸν οὕτω λέγουσι· τὸ ἦτα στοιχεῖον σὺν τῷ ἐπισήμῳ ὀγδοάδα εἶναι, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ συντιθέντες μέχρι τοῦ ἠτα τὸν τριάκοντα ἀριθμὸν ἐπιδεικνύουσιν.

[6.52.7] ἀρξάμενος γάρ τις ἀπὸ τοῦ ἄλφα [373] [374] [375] ἕως τοῦ ἦτα, τὸν ἀριθμὸν τῶν στοιχείων, ὑπεξαιρούμενος τὸν ἐπίσημον, εὑρήσει <τὸν τῶν> τριάκοντα ἀριθμόν. ἐπεὶ οὖν ἐκ δυνάμεων ἥνωται ὁ τῶν τριάκοντα ἀριθμός, <τρὶς> αὐτὸς τὰ ἐνενήκοντα ἐποίησε· τρὶς γὰρ τριάκοντα ἐνενήκοντα.

[6.52.8] οὕτως ἡ ὀγδοὰς τὸν τῶν ἐνενήκοντα ἐννέα ἀπεκύησεν ἀριθμὸν ἐκ πρώτης ὀγδοάδος καὶ δεκάδος καὶ δωδεκάδος, ἧς ποτὲ μὲν εἰς ὁλόκληρον συνάγοντες τὸν ἀριθμὸν ποιοῦσι τριακοντάδα, ποτὲ δὲ τὸν δωδέκατον ὑφαιροῦντες ψηφίζουσιν ἕνδεκα· ὁμοίως καὶ τὸν δέκατον ποιοῦσιν ἐννέα· ταῦτα δὲ ἐπισυμπλέκοντες καὶ δεκαπλασιάσαντες ἀριθμὸν ἐπιτελοῦσι τῶν ἐνενήκοντα ἐννέα.

[6.52.9] ἐπειδὴ δὲ ὁ δωδέκατος αἰὼν καταλείψας τοὺς ἕνδεκα καὶ ἀποστὰς κάτω ἐχώρησε, φάσκουσι κατάλληλον καὶ τοῦτο. ὁ γὰρ τύπος τῶν γραμμάτων διδάσκει· ἐνδέκατον γὰρ τῶν γραμμάτων κεῖσθαι τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα, #x003E; κεῖσθαι αὐτὸ κατ᾿ εἰκόνα τῆς ἄνω οἰκονομίας, ἐπειδὴ ἀπὸ τοῦ ἄλφα, χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως τοῦ λ συντεθειμένος <κατὰ> τὴν παραύξησιν τῶν γραμμάτων αὐτῷ τῷ λ τὸν ἐνενήκοντα ἐννέα ποιεῖται ἀριθμόν.

[6.52.10] ὅτι δὲ τὸ λ ἑνδεκάτῳ κείμενον τόπῳ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ κατῆλθε ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμόν, καὶ εὑρὸν αὐτὸν ἐπληρώθη, φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος τοῦ στοιχείου. τὸ γὰρ λάβδα ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον καὶ εὑρὸν #x003E; ἀναρπάσαν, τὴν τοῦ δωδεκάτου ἀνεπλήρωσε χώραν τοῦ Μ [376] [377] στοιχείου, ἐκ δύο λάβδα [καὶ ηݲ συγκειμένου. διὸ δὴ καὶ φυγεῖν διὰ τῆς γνώσεως τὴν τῶν ἐνενήκοντα ἐννέα χώραν, τουτέστι τὸ ὐστέρημα, τύπον ἀριστερᾶς χειρός, μεταδιώκειν τὸ τὸ ἴν, ὃ προστεθὲν τοῖς ἐνενηκονταεννέα εἰς τὴν δεξιὰν αὐτοὺς χεῖρα στησε.