Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 54

Capítulo 54

[6.54.1] πρὸς δὲ τούτοις θελήσαντα τὸν δημιουργὸν τῆς ἄνω ὀγδοάτος τὸ ἀπέραντον καὶ αἰώνιον καὶ ἀόριστον καὶ ἄχρονον μιμήσασθαι καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς καὶ τὸ ἀίδιον ἐκτυπῶσαι διὰ τὸ καρπὸν αὐτὸν εἶναι ὑστερήματος, εἰς τοῦτο χρόνους καὶ καιροὺς ἀριθμούς τε πολυετεῖς πρὸς τὸ αἰώνιον αὐτῆς τεθεῖσθαι, οἰόμενον έν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀπέραντον.

[6.54.2] ἐνταῦ- [382] [383] θα δὲ λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς Ἀληθείας ἐπηκολουθηκέναι τὸ ψεῦδος, καὶ διὰ τοῦτο πληρωθέντων τῶν χρόνων κατάλυσιν λαβεῖν αὐτοῦ τὸ ἔργον.