Capítulo 42
[6.42.1] Καὶ γὰρ καὶ ὁ μακάριος πρεσβύτερος Εἰρηναῖος παρρησιαίτερον τῷ ἐλέγχῳ προσενεχθεὶς τὰ τοιαῦτα λούσματα καὶ ἀπολυτρώσεις ἐξέθετο, ἁδρομερέστερον εἰπὼν ἃ πράσσουσιν, οἷς ἐντυχόντες τινὲς αὐτῶν ἤρνηνται οὕτως παρειληφέναι, ἀεὶ ἀρνεῖσθαι μανθάνοντες. διὸ φροντὶς ἡμῖν γεγένηται ἀκριβέστερον ἐπιζητῆσαι καὶ ἀνευρεῖν λεπτομερῶς ἃ καὶ ἐν τῷ πρώτῳ λουτρῷ παραδιδόασιν, τὸ τοιοῦτο καλοῦντες, καὶ ἐν τῷ δευτέρω, ὃ ἀπολύτρωσιν καλοῦσιν.
[6.42.2] ἀλλ’ οὐδὲ τὸ ἄρρητον αὐτῶν ἔλαθεν ἡμᾶς. ταῦτα δὲ συγκεχωρήσθω Οὐαλεντίνῳ καὶ τῇ αὐτοῦ σχολῇ. ὁ δὲ Μάρκος μιμούμενος τὸν διδάσκαλον καὶ αὐτὸς ἀναπλάσσει ὅραμα, νομίζων αὔτως δοξασθήσεσθαι. καὶ γὰρ Οὐαλεντῖνος φάσκει ἑαυτὸν ἑωρακέναι παῖδα νήπιον ἀρτιγέννητον, οὑ πυθόμενος ἐπιζητεῖ τίς ἂν εἵη, ὁ δὲ ἀπεκρίνατο λέγων, ἑαυτὸν εἶναι τὸν λόγον· ἔπειτα προσθεὶς τραγικόν τινα μῦθον ἐκ τούτου συνιστᾶς βούλεται τὴν ἐπικεχειρημένην αὐτῷ αἵρεσιν.
[6.42.3] τούτῳ τὰ ὅμοια τολμῶν ὁ Μάρκος λέγει ἐληλυθέναι πρὸς αὐτὸν σχήματι γυναικείῳ τὴν Τετράδα, ἐπειδή, φησί, τὸ ἄρρεν αὐτῆς ὁ κόσμος φέρειν οὐκ ἠδύνατο, καὶ μηνῦσαι αὐτὴν ἥτις ἦν, καὶ τὴν τῶν πάντων ένε- [349] [350] [351] σιν, ἣν οὐδενὶ πώποτε οὔτε θεῶν οὔτε ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μόνω̣ διηγήσασθαι οὕτως εἰποῦσαν·
[6.42.4] ὅτε τὸ πρῶτον ὁ Πατὴρ † αὐτοῦ ὁ ἀνεννόητος καὶ ἀνούσιος, ὁ μήτε ἄρρεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄρρητον ῥητὸν γενέσθαι καὶ τὸ ἀόρατον μορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο λόγον ὅμοιον αὐτῷ, ὃς παραστὰς ἐπέδειξεν αὐτῷ ὃ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς.
[6.42.5] ἡ δὲ ἐκφώνησις τοῦ ὀνόματος ἐγένετο τοιαύτη· ἐλάλησε λόγον τὸν πρῶτον τοῦ ὀνόματος αὐτοῦ, ἥτις ἦν ἀρχή, καὶ ἦν ἡ συλλαβὴ αὐτοῦ στοιχείων τεσσάρων· ἔπειτα συνῆψε τὴν δευτέραν, καὶ ἦν καὶ αὐτὴ στοιχείων τεσσάρων· #x003E; ἐλάλησε τὴν τρίτην. ἥτις ἦν στοιχείων δέκα· καὶ τὴν τετάρτην ἐλάλησε, καὶ ἦν καὶ αὐτὴ στοιχείων δώδεκα.
[6.42.6] ἐγένετο οὖν τοῦ ὀνόματος ὅλου ἡ ἐκφώνησις στοιχείων <μὲν> τριάκοντα, συλλαβῶν τεσσάρων· ἕκαστον δὲ τῶν στοιχείων ἴδια γράμματα καὶ ἴδιον χαρακτῆρα καὶ ἰδίαν ἐκφώνησιν καὶ σχήματα καὶ εἰκόνας ἔχειν, καὶ μηθὲν αὐτῶν εἶναι, ὃ τὴν ἐκείνου καθορᾷ μορφήν, οὗπερ αὐτὸ στοιχεῖόν ἐστιν, οὐδὲ μὴν τὴν τοῦ πλησίον αὑτοῦ ἕκαστον ἐκφώνησιν γινώσκειιν, ἀλλ’ ὃ αὐτὸς ἐκφωνεῖ, ὡς τὸ πᾶν ἐκφωνοῦντα τὸ ὅλον ηγεῖ [352] [353] σθαι ὀνομάζειν αὐτόν·
[6.42.7] ἕκαστον γὰρ αὐτῶν μέρος ὄντα τοῦ ὅλου τὸν ἵδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν κοὶ μὴ παύσασθαι ἠχοῦντα μέχρις ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἐσχάτου στοιχείου μονογλωττήσαντα καταντήσαι. τότε δὲ <καὶ> τὴν ἀποκατάστασιν ὅλων ἔφρ γενέσθαι, ὅταν τὰ πάντα κατελθόντα εἰς τὸ ὲν γράμμα μίαν καὶ τὴν αὐτὴν ἐκφώνησιν ἠχήσῃ, τῆς τε ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων ἡμῶν ὑπέθετο εἶναι. τοὺς δὲ <φθόγγους> ὑπάρχειν τοὺς μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέννητον αἰῶνα, καὶ εἶναι τούτους μορφάς, ἃς ὁ κύριος ἀγγέλους εἴρηκε, τὰς διηνεκῶς βλεπούσας τὸ πρόσωπον τοῦ πατρός.