Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 41

Capítulo 41

[6.41.1] Τοιαῦτα δὲ καὶ ἕτερα ἐπεχείρει ὁ πλάνος ποιεῖν· διὸ ὑπὸ τῶν ἀπατωμένων ἐδοξάζετο, καὶ ποτὲ <μὲν> αὐτὸς ἐνομίζετο προφητεύειν, ποτὲ δὲ καὶ ἑτέρους ἐποίει, ὁτὲ μὲν καὶ διὰ δαιμόνων ταῦτα ἐνεργῶν, ὁτὲ δὲ καὶ κυβεύων, ὡς προείπομεν. πολλοὺς τοίνυν ἐξαφανίσας καὶ πολλοὺς τοιούτους μαθητὰς αὐτοῦ γενομένους προεβίβασεν εὐκόλους μὲν εἶναι διδάξας πρὸς τὸ ἁμαρτάνειν, ἀκινδύνους δὲ διὰ τὸ εἶναι τῆς τελείας δυνάμεως καὶ μετέχειν τῆς ἀνεννοήτου ἐξουσίας·

[6.41.2] οἷς καὶ μετὰ τὸ βάπτισμα ἕτερον ἀπαγγέλλονται, ὃ καλοῦσιν ἀπολύτρωσιν, καὶ ἐν τούτῳ ἀναστρέφοντες κακῶς τοὺς αὐτοῖς παραμένοντας ἐπ᾿ ἐλπίδι τῆς ἀπολυτρώσεως, <ὡς> δυναμένους τὸ ἅπαξ βαπτισθῆναι πάλιν τυχεῖν ἀφέσεως·

[6.41.3] κοὶ διὰ τοῦ τοιούτου πανουργήματος συνέχειν δοκοῦσι τοὺς ἀκροατάς, οὓς ἐπὰν νομίσωσι δεδοκιμάσθαι καὶ δύνασθαι φυλάσσειν αὐτοῖς τὰ πιστά, τότε ἐπὶ τοῦτο [347] [348] ἄγουσι, μηδὲ τούτῳ μόνῳ ἀρκούμενοι, ἀλλὰ καὶ ἕτερόν τι ἐπαγγελλόμενοι πρὸς τὸ συγκρατεῖν αὐτοὺς τῇ ἐλπίδι, ὅπως ἀχώριστοι ὠσι.

[6.41.4] λέγουσι γάρ τι φωνῇ ἀρρήτῳ, ἐπιτιθέντες χεῖρα τῷ τὴν ἀπολύτρωσιν λαβόντι, ὃ φάσκουσιν ἐξειπεῖν εὐκόλως μὴ δύνασθαι, εἰ μή τις εἴη ὑπερδόκιμος, ἢ ὅτε τελευτᾷ πρὸς τὸ οὖς ἐλθὼν λέγει ὁ ἐπίσκοπος.

[6.41.5] καὶ τοῦτο δὲ πανούργημα πρὸς τὸ ἀεὶ παραμένειν τοὺς μαθητὰς τῷ ἐπισκόπῳ, γλιχομένους μαθεῖν τὸ τί ποτε εἴη (ροῦρο) τὸ ἐπ᾿ ἐσχάτων λεγόμενον, δἰ οὑ <τῶν> τελείων ἔσται ὁ μανθάνων· ἃ τούτου ἐσιώπησα, μή ποτέ τις κακοηθίζεσθαί με αὐτοὺς νομίσῃ· καὶ γὰρ οὐ τοῦτο ἡμῖν πρόκειται, ἀλλ᾿ ἢ τὸ δεῖξαι, ὅθεν τὰς ἀφορμὰς λαβόντε αὐτοῖς τὰ δόξαντα συνεστήσαντο.