Capítulo 43
[6.43.1] Τὰ δὲ ὀνόματα τῶν στοιχείων τὰ κοινὰ καὶ ῥητὰ αἰῶνας καὶ λόγους καὶ ῥίζας καὶ σπέρματα καὶ πληρώματα καὶ καρποὺς ὠνόμασε· τὰ δὲ καθ᾿ ἕνα αὐτῶν καὶ ἑκάστου ἔδια ἐν τῷ ὀνόματι τῆς Ἐκκ(λησίας) ἐμπεριεχόμενα νοεῖσθαι.
[6.43.2] ὧν στοιχείων τοῦ ἐσχάτου στοιχείου τὸ ὕστατον γράμμα φωνὴν προήκατο τὴν ἑαυτοῦ, οὗ ὁ ἦχος ἐξελθὼν #x003E; εἰκόνα τῶν στοιχείων στοιχεῖα ἴδια ἐγέννησεν, ἐξ ὧν τά τε ἐνταῦθα διακεκοσμῆσθαί φησι, καὶ τὰ πρὸ τούτων γεγενῆσθαι. τὸ μέντοι γράμμα αὐτό, οὗ ὁ ἦχος ἦν συνεπακολουθῶν τῷ ἤχῳ κάτω, ὑπὸ τῆς συλλαβῆς τῆς ἑαυτοῦ ἀνειλῆφθαι ἄνω λέγει εἰς ἀναπλήρωσιν τοῦ ὅλου, μεμενηκέναι δὲ εἰς τὰ κάτω τὸν ἦχον, ὥσπερ ἐ̓ξω ῥιφέντα.
[6.43.3] τὸ δὲ στοιχεῖον αὐτό, ἀφ’ οὗ τὸ γράμμα σὺν τῇ ἐκφωνήσει τῇ ἁαυτοῦ κατῆλθε κάτω, γραμμάτων φησὶν εἶσὶν τριάκοντα, καὶ ἒν ἕκαστον τῶν τριάκοντα γραμμάτων ἐν ἑαυτῷ ἔχειν ἕτερα γράμματα, δι᾿ ὡν τὸ ὄνομα τοῦ γράμματος ὀνομάζεται, καὶ μὴν πάλιν [354] [355] τὰ ἕτερα δι᾿ ἄλλων ὀνομάζεσθαι γραμμάτων, καὶ τὰ ἄλλα δι᾿ ἄλλων, ὥστε εἰς ἄπειρον ἐκπίπτειν τὸ πλῆθος, ἰδίᾳ τῶν γραμμάτων γραφέντων.
[6.43.4] οὔτως δ᾿ ἂν σαφέστερον μάθοι τις τὸ λεγόμενον· τὸ δέλτα στοιχεῖον γράμματα ἔχει ἐν ἑαυτῷ πέντε, τὸ δέλτα καὶ τὸ εἶ καὶ τὸ λάβδα καὶ τὸ ταῦ καὶ τὸ ἄλφα, καὶ αὐτὰ ταῦτα τὰ γράμματα δι᾿ ἄλλων <γράφεται γραμμάτων, καὶ τὰ ἄλλα δι᾿ ἄλλων>.
[6.43.5] εἰ οὖν πᾶσα ὑπόστασις τοῦ δέλτα εἰς ἄπειρον ἐκπίπτει, ἀεὶ ἄλλων ἄλλα γράμματα γεννώντων καὶ διαδεχομένων ἄλληλα, πόσῳ μᾶλλον ἐκείνου τοῦ στοιχείου μείζον᾿ εἶναι τὸν πόντον τῶν γραμμάτων; καὶ εἰ τὸ ὲν γράμμα ἄπειρον <οὕτ>ως, ὀρᾶτε ὅλου τοῦ ὀνόματος τὸν βυθὸν τῶν γραμμάτων, ἐξ ὡν τὸν προπάτορα ἡ Μάρκου φιλοπονία, μᾶλλον δὲ ματαιοπονία βούλεται συναιστᾶν.
[6.43.6] διὸ καὶ τὸν Πατέρα ἐπιστάμενον τὸ ἀχώρητον αὑτοῦ δεδωκέναι τοῖς στοιχείοις, ἃ καὶ αἰῶνας καλεῖ, ἑνὶ ἑκάστῳ αὐτῶν τὴν ἰδίαν ἐκφώνησιν ἐκβοᾶν, διὰ τὸ μὴ δύνασθαι ἕνα τὸ ὅλον ἐκφωνεῖν.