Capítulo 28
[6.28.1] Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα οἱ Πυθγόρειοι λέγουσιν, οὔς μιμούμενοι οἱ αἱρετικοὶ μεγάλα νομίζονταί τισι λέγειν. δημιουργὸν δὲ εἶναι τῶν γενομένων πάντων φησὶν ὀ Πυθαγόρειος λόπος τὸν μέγαν γεωμέτρην καὶ ἀριθμητὴν ἥλοιν καὶ ἐστηρίχθαι τοῦτον ἐν ὅνὄλῳ τῷ κόσμῳ, καθάπερ ἐν τοῖς σώμασι ψυχήν, ὥς φησιν ὁ Πλἀτων.
[6.28.2] πῦρ γάρ ἐστιν ἥλιος <ὡς> ψυχή, σῶμα γῆ. »χωρισθὲν δὲ αὐδὲν ἃν ποτε ὀρατὸν γένοτιο οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ· [303] [304] στερεὸν δὲ οὐκ ἄνευ γῆς. ὅθεν ἐκ πυρὸς καὶ γῆς ἀέρα τε ὁ θεὸς ἐν μέσῳ θέμενος‘ τὸ τοῦ παντὸς ἐδημιούργησε σῶμα. όριθμεῖ δέ, φησί, καὶ γεωμετρεῖ τὸν κόσμον ό ἥλιος τοιοῦτόν τινα τρόπον·
[6.28.3] ό μὲν κόσμος ἐστὶν ό αἰσθητὸς εἵς, περὶ οὑ λἐγομεν τὰ νῦν. διῄρηκε δ’ αὐτὸν ἀριθμητικός τις ὢν καὶ γεωμέτρης εἰς μοίρας ιβ. κοὶ ἔστι ταῖς μοίραις ταύταις ὀνόματα· Κριός, Ταῦρος, Δίδυμοι, καρκίνος, Λέων, Παρθένος, Ζυγός, Σκορπίος, Τοζότης, Αἰγόκερως, Ὑδροχός, ᾿ Ιχθύες.
[6.28.4] πάλιν τῶν δώδεκα μοιρῶν ἑκάστην διαιρεῖ εἰς μοίρας μοίρας κοντα, αἵτινές ἡμέραι ἡμέραι μηνός. πάλιν αὑ τῶν τριάκοντα μοιρῶν ἑκάστην μοῖραν διαιρεῖ εὶς λεπτὰ ἑξήκοντα καὶ τῶν λεπτῶν λεπτὰ καὶ ἔτι λεπτότερα. καὶ τοῦτο ἀεὶ ποιῶν καὶ μὴ παυόμενος, ἀλλ’ ἀθροίζων ἐκ τούτων <τῶν> μοιρῶν τῶν διῃρημένων καὶ ποιῶν καὶ αὐθις ἀναλύων καὶ διαιρῶν τὸ συγκείμενον τὸν μέγαν ἐνιαυτον όπεργάςεται κόσμου.