Capítulo 27
[6.27.1] Ἁλλ' ἐπεὶ καὶ τὰ σκοτεινῶς ὑπὸ τοῦ Πυθαγόρου λεγόμενα πρὸς τοὺς μαθητὰς δι’ ὑποσυμβόλων ἐνηρ<ξά>μεθα λέγειν, δοκεῖ τῶν ἐτέρων ὑπομνησθῆναι διὰ τὸ καὶ τοὺς αἱρεσιάρχας τοιούτῳ τινὶ τρόπῳ ἐπικεχειρrικέναι ὀμιλεῖν διὰ ὑποσυμβόλων, καὶ τοῦτο οὐκ ἰδίων, ἀλλὰ πυθαγοείων πλεονεκτήσαντας λόγων. λόγων.
[6.27.2] διδάσκει οὐν ὀ Πυθαἀδοιπορεῖν τοὺς μαθητὰς λέγων· »τὸν στρωματόδεσμον δῆσον«. ἐπεὶ οἱ ὁδοιπορεῖν μέλλοντες εἰς δέρμα δεσμοῦσι τὰ ἰμάτια αὐτῶν | πρὸς f. 70v ἑτοιμασίαν τῆς ὁδοῦ, οὕτως ἐτοίμους εἶναι θέλων τοὺς μαθητάς, ὡς ὠςκαθ ὲκάστην δτιγμὴν τοῦ θανάτου έφεστηκέναι μέλλοντος, μηδὲν ἔχοντας τῶν Ε; ἐνδεές.
[6.27.3] διόπερ ἐξ ἀνάγκης ἅμα τῷ ἡμέραν γενέσθαι ἐδίσασκε διακελεύσαθαι αὑτοῖς τοὺς Πυθαγορείους »δεσμεύειν τὸν στρωματόδεαμον«, τουτέστι ἑτοίμους εἶναι πρὸς θάνατον. »πῦρ [301] [302] μαχαίρῃ μὴ σκάλευε«, τὸν τεθυμωμένον ἄνθρωπον λέγων μὴ ἐρέθιξε·
[6.27.4] πυρὶ γὰρ ἔοικεν ὸ θυμούμενος, μαχαίρᾳ δὲ λόγος. »σἀρον μὴ ύπέρβαινε«, μικροῦ πράγματος μὴ καταφρόνει. »φοίνικα ἐν οἰκίᾳ μὴ φύτευε«, φιλονικίαν ἐν οἰκίᾳ μὴ κατασκεὠαξε· μάχης γὰρ καὶ διαφορᾶς ἐστιν ὁ φοῖνιξ σημεῖον. »ἀπὸ δίφρου μὴ ἔσθιε«, βάναυσον τέχνην μὴ μεταχειρίζου, ἴνα μὴ σουλεύσῃς τῷ σώματι ὄντι φθαρτῷ, ἀλλὰ ποιοῦ τὸν βίον ἀπὸ λόγων· ένέσται γάρ σοι καὶ τρέφειν τὸ σῶμα καὶ τὴν φυκὴν ποιεῖν κρείττονα.
[6.27.5] »'απὸ ὄλου ἄρτου μὴ ἀπόδακνε«· τὰ ὑπάρχοντά σου μὴ μειοῦ, ἀλλὰ ἀπὸ τῆς προσόδου ξῆθι, φύλασσε δὲ τὴν οὺσίαν ὡς ἄρτον ὁλόκληρον. κυάμους μὴ ἔσθιε«, ἀρχὴν πόλεως μὴ ἀποδέχου· κυάμοις γὰρ ἐκληροῦντο τὰς ἀρχὰς κατ’ ἐκεῖνον τὸν κρόνον.