Capítulo 26
[6.26.1] Πυθαγόρου καὶ τούτου τῶν λόγων γενόμενος μαθητής, ἐν οἶς λἐγει καὶ δι᾿ αἰνιγμάτων καὶ τοιούτων [299] [300] λόγων]· ἐκ τῆς ἰδίης ἐὰν ἀποδημῇς, μὴ ἐπιστρέφου· εἰ δὲ μή, Ἑριννύες Δίκης ἐπίκουροί σε μεελεύσονται«· ίδίην καλῶν τὸ σῶμα, Ἑριννύσς δὲ τὰ πάθη.
[6.26.2] ἐὰν οὖν, φησίν, ἀποδημῇς, τουτέστιν ἐὰν ἐξέρχῃ ἐκ τοῦ σώματος, μὴ αὐτοῦ ἀντιποιοῦ· ἐὰν δὲ άντιποιήσῃ, πάλιν σε τὰ πάθη καθείρξουσιν εἰς σῶμα. εἶναι γὰρ οὖτοι τῶν ψυχῶν μετενσωμάτωσιν νομίξουσιν, ὡς καὶ ὀ ‘Εμπεσοκλῆς πυθαγορίξων λέγει.
[6.26.3] δεῖ γάρ, φησί, τὰς φιληδόνους φυχάς, ὡς ό Πλάτων λέγει, ἐὰν ἐν ἀνθρώπου πάθει γενόμεναι μὴ φιλοσοφήσωσι, διὰ πάντων ζῴων ξῴων καὶ φυτῶν πάλιν εἰς ἀνθρώπινον σῶμα, καὶ ἐὰν μὲν φιλοσοφήσῃ κατὰ τὸ αὐτὸ τρίς, εἰς τὴν τοῦ συννόμου ἄστρου φύσιν ἀνελθεῖν, ἐὰν δὲ μὴ φιλοσοφήσῃ, πάλιν ἐπὶ τὰ αὐτά. δύνασθαι οὐν φησί ποτε τὴν ψυχὴν καὶ θνητὴν γενέσθαι, ἐὰν ὑπὸ τῶν ᾿Εριννύων κρατῆται, τουτέστι τῶν παθῶν, καὶ ἀθάνατον, ἐὰν τὰς Ἑριννῦς ἐκφύγῃ, ἅ ἐστι πάθη.