Capítulo 29
[6.29.1] Τοιαύτη τις, ὡς ἐν κεφαλαίοις εἰπεῖν ἐπελθόντα, ἡ Πυθαγόρου καὶ Πλάτωνος συνέστηκε δόξα, ἀφ᾿ ἠς Οὐαλεντῖνος, οὐκ ἀπὸ τῶν εὐαγγελίων, τὴν αἵρεσιν τὴν έαυτοῦ συναγαγών, ὡς ἐπιδείζομεν, δικαίως Πυθαγορικὸς καὶ Πλατωνικός, οὐ Χριστιανὸς λογισθείη. Οὐαλεντῖνος τοίνυν καὶ Ἡραλἐων καὶ Πτολεμαῖος καὶ πᾶσα ἡ τούτων σχολή, οἱ Πυθαγόρου καὶ Πλάτωνος μαθηταί, ἀκολουθήσαντες τοῖς καθηγησαμένοις, αριθμητικὴν τὴν διδασκαλίαν τὴν ἑαυτῶν κατεβάλοντο.
[6.29.2] καὶ γὰρ τούτοις ἐστὶν ἀρχὴ τῶν πάντων μονὰς ἀγέννητος, ἄφθαρτος, ἀκατόλητιος, ἐπερινόητος, γόνιμος κοὶ πάντων τῆς γενέσεως αἰτία τῶν γενομένων· καλεῖται δὲ ὑπ’ αὐτῶν ἡ προειρημένη μονὰς Πατήρ.
[6.29.3] διαφορὰ δέ τις εὑρίσκεται πολλὴ παρ’ αὐτοῖς· οἱ μὲν γὰρ αὐτῶν, ἵν᾿ ῇ παντάπασι καθαρὸν τὸ δόγμα τοῦ Οὐαλεντίνου [305] [306] Πυθογορικόν, ἄθηλυν καὶ ἄςὐγον κοὶ μόνον τὸν Πατἐρα νομίζουσιν εἶναι· οἱ δὲ ἀδὐνατον νομίζοντες δύνασθαι ἐξ ἄρρενος μόνου γένεσιν ὅλως τῶν γεγενημένων γενέσθαι τινός, καὶ τῷ Πατρὶ τῶν ὅλων, ἵνα γένηται πατήρ, Σιγὴν ἐξ ἀνάγκης συναριθμοῦσι τὴν σύζυγον.
[6.29.4] ἀλλὰ περὶ μὲν Σιγῆς, πότερόν ποτε σύξυγός ἐστιν ἢ οὐκ ἔστιν, αὐτοὶ πρὸς ἑαυτοὺς τοῦτον ἐχέτωσαν τὸν ἀγῶνα. τὰ δὲ νῦν αὐτοὶ ἡμεῖς θυλάττονες Πυθαγόρειον ἀρχήν, μίαν οὖσαν καὶ ἄξυγον ἄθηλυν, ἄπροσδεῆ, μνημονεύοντες ὅδ᾿ ἐκεῖνοι διδάσκουσι ἐροῦμεν·
[6.29.5] † τε ὅλως, φηθί, γεννητὸν οὐδέν, Πατὴρ δὲ ἦν μόνος ἀγέννητος, οὐ τόπον ἔχων, οὐ χρόνον, οὐ σύμβουλον, οὐκ ἄλλην τινὰ κατ’ ούδένα τῶν τρόπων νοηθῆναι δυναμένην οὐδίαν· ἀλλὰ ἦν μόνος, ἠρεμῶν, ὡς λἐγουσι, καὶ ἀναπαυόμενος αὐτὸς ἐν ἑαυτῷ μόνος. ἐπεὶ δὲ ἦν γόνιμος, ἔδοξεν αὐτῷ ποτε τὸ κάλλιστον καὶ τελεώτατον, ὅ εἶχεν ἐν ἐαυτῷ, γεννῆσαι καὶ προαγαγεῖν· φιλέρημος γὰρ οὐκ ἦν. ἄγάπη γάρ, φησίν, ἦν ὅλος, ἡ δὲ ἀγάπη οὐκ ἔστιν ἀγάπη, ἐὰν μὴ ῇ τὸ ἀγαπώμενον.
[6.29.6] προέβαλεν οὐν καὶ ἐγέννησεν αὐτὸς ὁ Πατήρ, ὥσπερ ἦν μόνος, Νοῦν καὶ Ἄλήθειαν, τουτέστι δυάδα, ἥτις κυρία καὶ ἀρχὴ γέγονε καὶ μήτηρ πάντων τῶν ἐντὸς πληρώματος καταριθμουμένων αἰώνων ὑπ’ αὐτῶν.
[6.29.7] προβληθεὶς δὲ ὁ Νοῦς καὶ ἡ Ἀλήθεια ἀπὸ τοῦ Πατρός, ἀπὸ γονίμου γόνιμος, προέβαλε καὶ αὐτὸς Δόγον καὶ Ζωήν, τὸν Πατέρα μιμοὐμενος· ὁ δὲ Δόγος καὶ ἡ Ζωὴ προβάλλουσιν ¨Ανθρωπον καὶ Ἑκκλησίαν. ό δὲ Νοῦς καὶ ἡ ᾿ Αλήθεια, ἐπεὶ εἶδον τὸν Λόγον καὶ τὴν Ζωήν, τὰ ἶδια γεννήματα, γόνιμα γεγενημένα, ηὐχαρίστησαν τῷ Πατρὶ τῶν ὅλων καὶ προσφέρουσιν αὐτῷ τέλειον ἀριθμόν, αἰῶνας δέκα.
[6.29.8] τούτου γἀρ, φηοί. τελειότερον ἀριθμοῦ ὁ Νοῦς καὶ ἡ ᾿Αλήθεια τῷ Πατρὶ προσενεγκεῖν οὐκ ἠσυνήθησαν. ἔδει γὰρ τέλειον ὄντα τὸν Πατέρα ἀριθμῷ δοξάξεσθαι εελείῳ· τέλειος δέ ἐστιν ὁ δέκα, ὅτι πρῶτος τῶν κατὰ πλῆθος γινομένων οοὑτός ἐστι τέλειος. τελειότερος δὲ ὁ Πατήρ, [307] [308] ὅτι ἀγέννητος ὢν μόνος διὰ πρώτης τῆς μιᾶς συζυγίας τοῦ Νοῦ καὶ τῆς Ἁληθείας πάσας τὰς τῶν γενομένων προβαλεῖν εὐπόρησε ῥίξας.