Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 7

Capítulo 7

[10.7.1] Ἐκ πλειόνων δὲ καὶ ἀριθμητῶν, δυεῖν μέν, γῆς τε καὶ ὕδατος, τὰ ὅλα συνεστηκέναι φησὶ ὁ ποιητὴς Ὅμηρος, ὁτὲ μὲν λέγων·

Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,

ποτὲ δέ·

ἀλλ’ ὑμεῖς <μὲν> πάντες ὕδωρ καὶ γαῖα

[10.7.2] συμφέρεσθαι δ᾿ αὐτῷ δοκεῖ καὶ ὁ Κολοφώνιος Ξενοφάνης· φησὶ γάρ·

πάντες <γὰρ> γαίης <τε> καὶ

[544] [545] ἐκ γῆς δὲ καὶ αἰθέρος Εὐριπίδης, ὡς πάρεστιν ἐπιγνῶναι ἐκ τοῦ λέγειν αὐτόν·

αἰθέρα καὶ γαῖαν πάντων γενέτειραν ἀείδω.

ἐκ τεσσάρων δὲ Ἐμπεδοκλῆς, οὕτως λέγων·

[10.7.3] τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε·
Ζεὺς ἀήρ, Ἥρη τε φερέσβιος, ἠδ᾿ Ἀΐδωνεύς,
Νῆστις δὲ ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.

ἐκ πέντε δὲ Ὄκελλος ὁ Λευκανὸς καὶ Ἀριστοτέλης·

[10.7.4] συμπαρέλαβον γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ πέμπτον καὶ κυκλοφορητικὸν σῶμα, ἐξ οὗ λέγουσιν εἶναι τὰ οὐράνια. ἐκ δὲ τῶν ϛݲ τὴν τῶν ὑπέθεντο γένεσιν οἱ περὶ τὸν Ἐμπεδοκλέα. ἐν οἷς μὲν γὰρ λέγει· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε, ἐκ τεσσάρων ποιεῖ τὴν γένεσιν· ὅταν δὲ προσθῇ·

[10.7.5] νεῖκός τ᾿ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντῃ, καὶ φιλία μετὰ τοῖσιν, ἴση μῆκός τε πλάτος τε, ἓξ [καὶ] παραδίδωσι τὰς τῶν ὅλων ἀρχάς, δ μὲν ὑλικάς, γῆν, πῦρ, ἀέρα, δύο δὲ τὰς δραστηρίους, φιλίαν καὶ νεῖκος. ἐξ ἀπείρων δὲ ἐδογμάτισαν τὴν τῶν πάντων γένεσιν οἱ περὶ Ἀναξαγόραν Κλαζομένιον καὶ Δημόκριτον καὶ Ἐπίκουρον καὶ ἄλλοι παμπληθεῖς, ὧν ἐκ μέρους πρότερον ἐμνήσθημεν.

[10.7.6] ἀλλ᾿ ὁ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον καὶ Ἐπίκουρον ἐξ ἀνομοίων τε καὶ ἀπαθῶν, τουτέστιν ἐκ τῶν ἀτόμων, οἱ δὲ περὶ τὸν Ποντικὸν Ἡρακλείδην καὶ Ἀσκληπιάδην ἐξ ἀνομοίων <μέν>, [546] [547] θητῶν δέ, καθάπερ τῶν ἀνάρμων ὄγκων, οἱ δὲ περὶ τὸν Πλάτωνα ἐκ τριῶν· εἶναι ταῦτα λέγουσι θεὸν καὶ ὕλην καὶ παράδειγμα.

[10.7.7] τὴν δὲ ὕλην μερίζει εἰς τέσσαρας ἀρχάς, πῦρ, ὕδωρ, γῆν, ἀέρα· θεὸν δὲ τὸν ταύτης εἶναι δημιουργόν, τὸ δὲ παράδειγμα νοῦν.