Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 6

Capítulo 6

[10.6.1] Συμπεριλαβόντες τοίνυν τὰ πάντων τῶν παρ᾿ Ἕλλησι σοφῶν δόγματα ἐν τέσσαρσι βιβλίοις, τὰ δὲ τοῖς αἱρεσιάρχαις ἐν πέντε, νῦν τὸν περὶ ἀληθείας λόγον ἐν αݲ ἐπιδείξομεν, ἀνακεφαλαιούμενοι τὰ πᾶσι δεδοκημένα. οἱ μὲν γὰρ τῶν Ἑλλήνων δογματισταὶ τὴν φιλοσοφίαν τριχῇ διελόντες οὕτως ἐφιλοσόφησαν, οἱ μὲν φυσικήν, οἱ δὲ ἠθικήν, οἱ δὲ διαλεκτικὴν προσαγορεύσαντες.

[10.6.2] καὶ οἱ μὲν τὴν φυσικὴν οὗτοι γεγένηνται, οὕτως δὲ διηγήσαντο· οἱ μὲν ἐξ ἑνὸς τὰ [542] [543] πάντα, οἱ δὲ ἐκ πλειόνων· καὶ τῶν ἐξ ἑνὸς οἱ μὲν ἐξ ἀποίου, οἱ δὲ ἐκ [τοῦ] ποιοῦ· καὶ τῶν ἐκ ποιοῦ οἱ μὲν ἐκ πυρός, οἱ δὲ ἐξ οἱ δὲ ἐξ ὕδατος, ἄλλοι δὲ ἐκ γῆς·

[10.6.3] καὶ τῶν ἐκ πλειόνων οἱ μὲν ἐξ ἀριθμητῶν, <οἱ δὲ ἐξ ἀπείρων· καὶ τῶν ἐξ ἀριθμητῶν> οἱ δυ(ο)ῖν, οἱ δὲ ἐκ τεσσάρων, οἱ δὲ ἐκ ε, οἱ δὲ ἐκ ϛ· καὶ τῶν ἐξ ἀπείρων οἱ μὲν ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ ἐξ ἀνομοίων· καὶ πρὸς τούτοις οἱ μὲν ἐξ(ἀπα)θῶν, οἱ δὲ ἐκ παθητῶν.

[10.6.4] <ἐξ> ἀποίου μὲν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων συνεστήσαντο γένεσιν οἱ Στωϊκοί. ἀρχὴ γὰρ τῶν ὅλων κατ’ αὐτούς έστιν ἡ ἄποιος ὕλη καὶ δι᾿ ὅλων τρεπτή· μεταβαλλούσης δὲ αὐτῆς γίνεται πῦρ, ἀήρ, ὕδωρ, γῆ. ἐξ ἑνὸς δὲ καὶ ποιοῦ γεγενῆσθαι τὰ πάντα θέλουσιν οἵ τε περὶ τὸν Ἵππασον καὶ Ἀναξίμανδρον καὶ Θαλῆ τὸν Μιλήσιον· <ὧν> Ἵππασος μὲν Μεταπόντιος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος ἐκ πυρὸς ἀπεφήναντο τὴν γένεσιν, Ἀναξίμανδρος δὲ ἐξ ἀέρος, Θαλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ ἐκ γῆς. »ἐκ γῆς γάρ, φησί, πάντα ἐστί, καὶ εἰς τὴν γῆν πάντα τελευτᾷ.«