Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 8

Capítulo 8

[10.8.1] Πεπεισμένοι τοίνυν ὅτι πᾶσι τούτοις ὁμολογουμένωνς ἄπορος εὑρίσκεται ὁ τῆς φυσιολογίας λόγος, αὐτοὶ περὶ τῶν τῆς ἀληθείας παραδειγμάτων, ὡς ἔστι καὶ πεπιστεύκαμεν, ἀόκνως ἐροῦμεν, πλ(ὴν) καὶ τὰ τοῖς αἱρεσιάρχαις ἐπιτομῇ πρότερον ἐκθέμενοι, ἴνα καὶ διὰ τούτου εὔγνωστα τὰ πάντων δόγματα παραστήσαντες φανερὰν καὶ εὔγνωστον τὴν ἀλήθειαν ἐπιδείξωμεν.