Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 96

[96] μηνύει δὲ ἡ πεμφθεῖσα ἐπιστολὴ τῷ βασιλεῖ· / „Κάλανος Ἀλεξάνδρῳ.

Φίλοι πείθουσί σε χεῖρας καὶ ἀνάγκην προσφέρειν Ἰνδῶν φιλοσόφοις οὐδ’ ἐν ὕπνοις ἑωρακότες ἡμέτερα ἔργα. σώματα μὲν γὰρ μετοίσεις ἐκ τόπου εἰς τόπον, ψυχὰς δὲ οὐκ ἀναγκάσεις ποιεῖν ἃ μὴ βούλονται μᾶλλον ἢ πλίνθους καὶ ξύλα φωνὴν ἀφεῖναι. πῦρ μεγίστους τοῖς ζῶσι σώμασι πόνους καὶ φθορὰν ἐργάζεται· τούτου ὑπεράνω ἡμεῖς γινόμεθα, ζῶντες καιόμεθα. οὐκ ἔστι βασιλεὺς οὐδὲ ἄρχων, ὃς ἀναγκάσει ἡμᾶς [50] [51] ποιεῖν ἃ μὴ προαιρούμεθα. Ἑλλήνων δὲ φιλοσόφοις οὐκ ἐξομοιούμεθα, ὅσοι αὐτῶν εἰς πανήγυριν λόγους ἐμελέτησαν, ἀλλὰ λόγοις ἔργα παρ’ ἡμῖν ἀκόλουθα καὶ ἔργοις λόγοι· *** βραχεῖς ἄλλην ἔχουσι δύναμιν καὶ μακαριότητα καὶ ἐλευθερίαν περιποιοῦντες.“