Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 97

[97] Ἐπὶ δὴ τοιαύταις ἀποφάσεσι καὶ γνώμαις ἆρ’ οὐκ ἄξιον τὸ Ζηνώνειον ἐπιφωνῆσαι, ὅτι „θᾶττον ἂν ἀσκὸν βαπτίσαι τις πλήρη πνεύματος ἢ βιάσαιτο τῶν σπουδαίων ὁντινοῦν ἄκοντα δρᾶσαί τι τῶν ἀβουλήτων“; ἀνένδοτος γὰρ ψυχὴ καὶ ἀήττητος, ἣν ὁ ὀρθὸς λόγος δόγμασι παγίοις ἐνεύρωσε.