[95] ὁ δὲ εὐθυβόλως πάνυ καὶ εὐγενῶς "τίνος οὖν“ εἶπεν "ἄξιόν με τοῖς Ἕλλησιν ἐπιδείξεις, Ἀλέξανδρε, εἴ γε ἀναγκασθήσομαι ποιεῖν ἃ μὴ βούλομαι;“ ἆρ’ οὐ γέμων μὲν παρρησίας ὁ λόγος, πολὺ δὲ μᾶλλον ἐλευθερίας ὁ νοῦς; ἀλλὰ γὰρ καὶ ἐν τοῖς βεβαιοτέροις φωνῶν γράμμασιν ἤθους ἀδουλώτου τύπους ἐστηλίτευσεν ἀριδήλους.