[94] Ἀλέξανδρος γοῦν ὁ Μακεδὼν βουλόμενος ἐπιδείξασθαι τῇ Ἑλλάδι τὴν ἐν τῇ βαρβάρῳ σοφίαν, καθάπερ ἀπ’ ἀρχετύπου γραφῆς ἀπεικόνισμα καὶ μίμημα, τὸ μὲν πρῶτον παρεκάλει Κάλανον συναποδημῆσαι, μέγιστον περιποιήσοντα κλέος ⟨ἐν⟩ ὅλῃ Ἀσίᾳ καὶ [48] [49] ὅλῃ Εὐρώπῃ. ὡς δ’ οὐκ ἔπειθεν, ἀναγκάσειν ἔφη συνακολουθεῖν·