[93] Κάλανος ἦν Ἰνδὸς γένος τῶν γυμνοσοφιστῶν· οὗτος καρτερικώτατος τῶν κατ’ αὐτὸν ἁπάντων [M.460] νομισθεὶς οὐ μόνον ὑπὸ τῶν ἐγχωρίων ἀλλὰ καὶ πρὸς ἀλλοφύλων, ὃ δὴ σπανιώτατόν ἐστιν, ἐχθρῶν βασιλέων ἐθαυμάσθη, λόγοις ἐπαινετοῖς σπουδαῖα ἔργα συνυφήνας.