[65] νυνὶ δὲ χρημάτων μὲν ἕνεκα πάντας μυχοὺς ἐρευνῶμεν καὶ γῆς στρυφνὰς καὶ ἀποκρότους φλέβας ἀναστέλλομεν, καὶ μεταλλεύεται μὲν πολλὴ τῆς πεδιάδος, μεταλλεύεται δὲ οὐκ ὀλίγη τῆς ὀρεινῆς, χρυσὸν καὶ ἄργυρον, χαλκόν τε καὶ σίδηρον, καὶ τὰς ἄλλας ὕλας ἀναζητούντων.