Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 66

[66] θεοπλαστοῦσα δὲ ἡ κενὴ δόξα τὸν τῦφον ἄχρι καὶ βυθοῦ κατέβη θαλάττης διερευνωμένη, μή τι τῶν πρὸς αἴσθησιν ἀφανὲς [36] [37] ἐναπόκειταί που καλόν· καὶ λίθων ποικίλων καὶ πολυτελῶν ἀνευροῦσα ἰδέας, τὰς μὲν πέτραις προσπεφυκυίας, τὰς δ’ ὀστρέοις, αἳ καὶ τιμαλφέστεραι γεγόνασιν, ὄψεως ἀπάτην ἐξετίμησε.