Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 64

[64] ἡμᾶς δέ, εἰ βελτιώσεως ζῆλός τις ἦν, ἰχνηλατεῖν ἔδει τὰς τούτων καταδύσεις καὶ ἱκέτας καθεζομένους παρακαλεῖν, ἵνα τεθηριωμένον τὸν βίον προσελθόντες ἐξημερώσωσιν, ἀντὶ πολέμου καὶ δουλείας καὶ κακῶν ἀμυθήτων εἰρήνην καὶ ἐλευθερίαν καὶ τὴν τῶν ἄλλων ἀγαθῶν ἀφθονίαν περιρρεομένην καταγγείλαντες.