[60] καὶ μὴν ὃν μὴ ἐνδέχεται μήτ’ ἀναγκάσαι μήτε κωλῦσαι, ἐκεῖνος οὐκ ἂν εἴη δοῦλος· τὸν δὲ σπουδαῖον οὐκ ἔστιν οὔτ’ ἀναγκάσαι οὔτε κωλῦσαι· οὐκ ἄρα δοῦλος ὁ σπουδαῖος. ὅτι δ’ οὔτ’ ἀναγκάζεται οὔτε κωλύεται, δῆλον· κωλύεται μὲν γὰρ ὁ μὴ τυγχάνων ὧν ὀρέγεται, ὀρέγεται δ’ ὁ σοφὸς τῶν ἀπ’ ἀρετῆς, ὧν ἀποτυγχάνειν οὐ πέφυκε. καὶ μὴν εἰ ἀναγκάζεται, δῆλον ὅτι ἄκων τι ποιεῖ· ἐν οἷς δὲ αἱ πράξεις, ἢ ἀπ’ ἀρετῆς εἰσι κατορθώματα ἢ ἀπὸ κακίας [32] [33] ἁμαρτήματα ἢ μέσα καὶ ἀδιάφορα.